Car Repair Manuals

Bel and Dragon

Βὴλ καὶ Δράκων

Codex Alexandria
& ;
Codex Vaticanus
Theodotion
1  ἐκ προφητείας Ἀμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευὶ 1  καὶ βασιλεὺς Ἀ;στυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ παρέλαβεν Κῦρος Πέρσης τὴν βασιλείαν αὐτοῦ
2  ἄνθρωπός τις ἦν ἱερεύς ὄνομα Δανιὴλ υἱὸς Ἀβαλ συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος 2  καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ
3  καὶ ἦν εἴδωλον Βηλ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτῷ καθ᾿ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ 3  καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ὄνομα Βηλ καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ
4  καὶ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο βασιλεὺς καθ᾿ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιὴλ δὲ προσηύχετο πρὸς κύριον 4  καὶ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ᾿ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ Δανιὴλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ
5  καὶ εἶπεν βασιλεὺς τῷ Δανιὴλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιὴλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν 5  καὶ εἶπεν αὐτῷ βασιλεύς διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ δὲ εἶπεν ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν
6  εἶπεν δὲ βασιλεὺς αὐτῷ οὗτος οὖν οὐκ ἔστι θεός οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ᾿ ἑκάστην ἡμέραν 6  καὶ εἶπεν αὐτῷ βασιλεύς οὐ δοκεῖ σοὶ Βηλ εἶναι ζῶν θεός οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ᾿ ἑκάστην ἡμέραν
7  καὶ εἶπεν αὐτῷ Δανιὴλ μηδαμῶς μηδείς σὲ παραλογιζέσθω οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκοῦς ὀμνύω δέ σοὶ κύριον τὸν θεὸν τῶν θεῶν ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος 7  καὶ εἶπεν Δανιὴλ γελάσας μὴ πλανῶ βασιλεῦ οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε
8  καὶ θυμωθεὶς βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε Δανιὴλ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ᾿ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς Βηλ ἐστὶν κατεσθίων αὐτά 8  καὶ θυμωθεὶς βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς ἐὰν μὴ εἴπητέ μοι τίς κατέσθων τὴν δαπάνην ταύτην ἀποθανεῖσθε ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά ἀποθανεῖται Δανιὴλ ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ
9  εἶπε δὲ Δανιὴλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν Βηλ κατεσθίων ταῦτα ἀποθανοῦμαι καὶ πάντες οἱ παρ᾿ ἐμοῦ ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων 9  καὶ εἶπεν Δανιὴλ τῷ βασιλεῖ γινέσθω κατὰ τὸ ῥῆμά σου καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων
10  ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον 10  καὶ ἦλθεν βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βηλ
11  καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιὴλ καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ καὶ εἶπεν Δανιὴλ σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα βασιλεῦ σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ ἐπὰν κλεισθῇ 11  καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βηλ ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω σὺ δέ βασιλεῦ παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου καὶ ἐλθὼν πρωῒ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βηλ ἀποθανούμεθα Δανιὴλ ψευδόμενος καθ᾿ ἡμῶν
12  - 12  αὐτοὶ δὲ κατεφρόνουν ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι᾿ αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά
13  ἤρεσε δὲ λόγος τῷ βασιλεῖ 13  καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι καὶ βασιλεὺς παρέθηκεν τὰ βρώματα τῷ Βηλ
14  δὲ Δανιὴλ ἐκέλευσε τοὺς παρ᾿ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτθλίοις τινῶν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτως 14  καὶ ἐπέταξεν Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως καὶ ἀπῆλθον
15  - 15  οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον
16  - 16  καὶ ὤρθρισεν βασιλεὺς τὸ πρωῒ καὶ Δανιὴλ μετ᾿ αὐτοῦ
17  καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιὴλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοὶ ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα 17  καὶ εἶπεν βασιλεύς σῷοι αἱ σφραγῖδες Δανιὴλ δὲ εἶπεν σῷοι βασιλεῦ
18  καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιὴλ μέγας ἐστὶν Βηλ καὶ οὐκ ἔστι παρ᾿ αὐτῷ δόλος 18  καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας ἐπιβλέψας βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ μέγας εἶ Βηλ καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς
19  καὶ ἐγέλασε Δανιὴλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων καὶ εἶπεν Δανιὴλ βασιλεῦ ταῦτα τὰ ἴχνη τίνος ἐστί 19  καὶ ἐγέλασεν Δανιὴλ καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα
20  καὶ εἶπεν βασιλεύς ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων 20  καὶ εἶπεν βασιλεύς ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων
21  καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ἦσαν οἱ ἱερεῖς καταγινόμενοι καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον καὶ ἐπέδειξε Δανιὴλ τῷ βασιλεῖ τὰ ψευδοθύρια δι᾿ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ 21  καὶ ὀργισθεὶς βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δι᾿ ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ
22  καὶ ἐξήγαγεν αὐτοὺς βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιὴλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιὴλ τὸν δὲ Βηλ κατέστρεψε 22  καὶ ἀπέκτεινεν αὐτοὺς βασιλεὺς καὶ ἔδωκεν τὸν Βηλ ἔκδοτον τῷ Δανιὴλ καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ
23  καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι 23  καὶ ἦν δράκων μέγας καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι
24  καὶ εἶπεν βασιλεὺς τῷ Δανιὴλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷ 24  καὶ εἶπεν βασιλεὺς τῷ Δανιὴλ οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν καὶ προσκύνησον αὐτῷ
25  καὶ εἶπεν Δανιὴλ βασιλεῦ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου 25  καὶ εἶπεν Δανιὴλ κυρίῳ τῷ θεῷ μου προσκυνήσω ὅτι οὗτός ἐστιν θεὸς ζῶν σὺ δέ βασιλεῦ δός μοι ἐξουσίαν καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου
26  καὶ συνεχώρησεν αὐτῷ βασιλεὺς καὶ εἶπεν αὐτῷ δέδοταί σοὶ 26  καὶ εἶπεν βασιλεύς δίδωμί σοὶ
27  καὶ λαβὼν Δανιὴλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων οὐ ταῦτα σέβεσθε βασιλεῦ 27  καὶ ἔλαβεν Δανιὴλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη δράκων καὶ εἶπεν ἴδετε τὰ σεβάσματα ὑμῶν
28  καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιὴλ καὶ εἶπαν Ἰουδαῖος γέγονεν βασιλεύς τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε 28  καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ἰουδαῖος γέγονεν βασιλεύς τὸν Βηλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν καὶ τοὺς ἱερεῖς κατέσφαξεν
29  - 29  καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα παράδος ἡμῖν τὸν Δανιὴλ εἰ δὲ μή ἀποκτενοῦμέν σὲ καὶ τὸν οἶκόν σου
30  καὶ ἰδὼν βασιλεὺς ὅτι ἐπισυνήχθη ὄχλος τῆς χώρας ἐπ᾿ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιὴλ εἰς ἀπώλειαν 30  καὶ εἶδεν βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιὴλ
31/32  ἦν δὲ λάκκος ἐν ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ᾿ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιὴλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιὴλ ἡμέρας ἕξ 31  οἱ δὲ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ
32  ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα τότε δὲ οὐκ ἐδόθη αὐτοῖς ἵνα καταφάγωσιν τὸν Δανιὴλ
33  καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Ἀμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς 33  καὶ ἦν Ἀμβακουμ προφήτης ἐν τῇ Ιουδαίᾳ καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς
34  καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ἀμβακουμ λέγων τάδε λέγει σοὶ κύριος θεός τὸ ἄριστον ἔχεις ἀπένεγκε Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι 34  καὶ εἶπεν ἄγγελος κυρίου τῷ Ἀμβακουμ ἀπένεγκε τὸ ἄριστον ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων
35  καὶ εἶπεν Ἀμβακουμ κύριε θεός οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι 35  καὶ εἶπεν Ἀμβακουμ κύριε Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω
36  καὶ ἐπιλαβόμενος αὐτοῦ ἄγγελος κυρίου τοῦ Ἀμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι 36  καὶ ἐπελάβετο ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ
37  καὶ εἶπεν Ἀμβακουμ πρὸς Δανιὴλ ἀναστὰς φάγε τὸ ἄριστον ἀπέστειλέ σοὶ κύριος θεός 37  καὶ ἐβόησεν Ἀμβακουμ λέγων Δανιὴλ Δανιὴλ λαβὲ τὸ ἄριστον ἀπέστειλέν σοὶ θεός
38  καὶ εἶπε Δανιὴλ ἐμνήσθη γάρ μου κύριος θεὸς μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν 38  καὶ εἶπεν Δανιὴλ ἐμνήσθης γάρ μου θεός καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σὲ
39  καὶ ἔφαγε Δανιὴλ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Ἀμβακουμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ δὲ κύριος θεὸς ἐμνήσθη τοῦ Δανιὴλ 39  καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Ἀμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ
40  ἐξῆλθε δὲ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιὴλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον 40  δὲ βασιλεὺς ἦλθεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιὴλ καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν καὶ ἰδοὺ Δανιὴλ καθήμενος
41  καὶ ἀναβοήσας εἶπεν βασιλεύς μέγας ἐστὶ κύριος θεός καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος 41  καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν μέγας εἶ κύριε θεὸς τοῦ Δανιὴλ καὶ οὐκ ἔστιν πλὴν σοῦ ἄλλος
42  καὶ ἐξήγαγεν βασιλεὺς τὸν Δανιὴλ ἐκ τοῦ λάκκου καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιὴλ καὶ κατεβρώθησαν 42  καὶ ἀνέσπασεν αὐτόν τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ



Motor Era Blog

Auto Service Repair Manuals on Motor Era