Car Repair Manuals

Bel and Dragon
Theodotion

Βὴλ καὶ Δράκων

1  καὶ βασιλεὺς Ἀ;στυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ παρέλαβεν Κῦρος Πέρσης τὴν βασιλείαν αὐτοῦ 2  καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ 3  καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ὄνομα Βηλ καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ 4  καὶ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ᾿ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ Δανιὴλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ 5  καὶ εἶπεν αὐτῷ βασιλεύς διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ δὲ εἶπεν ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν 6  καὶ εἶπεν αὐτῷ βασιλεύς οὐ δοκεῖ σοὶ Βηλ εἶναι ζῶν θεός οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ᾿ ἑκάστην ἡμέραν 7  καὶ εἶπεν Δανιὴλ γελάσας μὴ πλανῶ βασιλεῦ οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε 8  καὶ θυμωθεὶς βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς ἐὰν μὴ εἴπητέ μοι τίς κατέσθων τὴν δαπάνην ταύτην ἀποθανεῖσθε ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά ἀποθανεῖται Δανιὴλ ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ 9  καὶ εἶπεν Δανιὴλ τῷ βασιλεῖ γινέσθω κατὰ τὸ ῥῆμά σου καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων 10  καὶ ἦλθεν βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βηλ 11  καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βηλ ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω σὺ δέ βασιλεῦ παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου καὶ ἐλθὼν πρωῒ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βηλ ἀποθανούμεθα Δανιὴλ ψευδόμενος καθ᾿ ἡμῶν 12  αὐτοὶ δὲ κατεφρόνουν ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι᾿ αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά 13  καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι καὶ βασιλεὺς παρέθηκεν τὰ βρώματα τῷ Βηλ 14  καὶ ἐπέταξεν Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως καὶ ἀπῆλθον 15  οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον 16  καὶ ὤρθρισεν βασιλεὺς τὸ πρωῒ καὶ Δανιὴλ μετ᾿ αὐτοῦ 17  καὶ εἶπεν βασιλεύς σῷοι αἱ σφραγῖδες Δανιὴλ δὲ εἶπεν σῷοι βασιλεῦ 18  καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας ἐπιβλέψας βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ μέγας εἶ Βηλ καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς 19  καὶ ἐγέλασεν Δανιὴλ καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα 20  καὶ εἶπεν βασιλεύς ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων 21  καὶ ὀργισθεὶς βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δι᾿ ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ 22  καὶ ἀπέκτεινεν αὐτοὺς βασιλεὺς καὶ ἔδωκεν τὸν Βηλ ἔκδοτον τῷ Δανιὴλ καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ 23  καὶ ἦν δράκων μέγας καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι 24  καὶ εἶπεν βασιλεὺς τῷ Δανιὴλ οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν καὶ προσκύνησον αὐτῷ 25  καὶ εἶπεν Δανιὴλ κυρίῳ τῷ θεῷ μου προσκυνήσω ὅτι οὗτός ἐστιν θεὸς ζῶν σὺ δέ βασιλεῦ δός μοι ἐξουσίαν καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου 26  καὶ εἶπεν βασιλεύς δίδωμί σοὶ 27  καὶ ἔλαβεν Δανιὴλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη δράκων καὶ εἶπεν ἴδετε τὰ σεβάσματα ὑμῶν 28  καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ἰουδαῖος γέγονεν βασιλεύς τὸν Βηλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν καὶ τοὺς ἱερεῖς κατέσφαξεν 29  καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα παράδος ἡμῖν τὸν Δανιὴλ εἰ δὲ μή ἀποκτενοῦμέν σὲ καὶ τὸν οἶκόν σου 30  καὶ εἶδεν βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιὴλ 31  οἱ δὲ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ 32  ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα τότε δὲ οὐκ ἐδόθη αὐτοῖς ἵνα καταφάγωσιν τὸν Δανιὴλ 33  καὶ ἦν Ἀμβακουμ προφήτης ἐν τῇ Ιουδαίᾳ καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς 34  καὶ εἶπεν ἄγγελος κυρίου τῷ Ἀμβακουμ ἀπένεγκε τὸ ἄριστον ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων 35  καὶ εἶπεν Ἀμβακουμ κύριε Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω 36  καὶ ἐπελάβετο ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ 37  καὶ ἐβόησεν Ἀμβακουμ λέγων Δανιὴλ Δανιὴλ λαβὲ τὸ ἄριστον ἀπέστειλέν σοὶ θεός 38  καὶ εἶπεν Δανιὴλ ἐμνήσθης γάρ μου θεός καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σὲ 39  καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Ἀμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ 40  δὲ βασιλεὺς ἦλθεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιὴλ καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν καὶ ἰδοὺ Δανιὴλ καθήμενος 41  καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν μέγας εἶ κύριε θεὸς τοῦ Δανιὴλ καὶ οὐκ ἔστιν πλὴν σοῦ ἄλλος 42  καὶ ἀνέσπασεν αὐτόν τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era