Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 19

1  Καὶ ἐταράχθη βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν · καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν Υἱέ μου Ἀβεσσαλώμ , υἱέ μου υἱέ μου Ἀβεσσαλώμ , τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ ἐγὼ ἀντὶ σοῦ ; Ἀβεσσαλὼμ υἱέ μου υἱέ μου .

2  καὶ ἀνηγγέλη τῷ Ἰωὰβ λέγοντες Ἰδοὺ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ .

3  καὶ ἐγένετο σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ , ὅτι ἤκουσεν λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι λυπεῖται βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ ·

4  καὶ διεκλέπτετο λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν , καθὼς διακλέπτεται λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ .

5  καὶ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ , καὶ ἔκραξεν βασιλεὺς φωνῇ μεγάλῃ λέγων Υἱέ μου Ἀβεσσαλώμ , Ἀβεσσαλὼμ υἱέ μου .

6  καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν Κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σὲ σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου

7  τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σὲ καὶ μισεῖν τοὺς ἀγαπῶντάς σὲ καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες , ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη πάντες ἡμεῖς σήμερον νεκροί , ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου ·

8  καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου , ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον , εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην · καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοὶ τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοὶ ἐκ νεότητός σου ἕως τοῦ νῦν .

9  καὶ ἀνέστη βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ , καὶ πᾶς λαὸς ἀνήγγειλαν λέγοντες Ἰδοὺ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ · καὶ εἰσῆλθεν πᾶς λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως . Καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ .

10  καὶ ἦν πᾶς λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν , καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων , καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Ἀβεσσαλώμ ·

11  καὶ Ἀβεσσαλώμ , ὃν ἐχρίσαμεν ἐφ᾿ ἡμῶν , ἀπέθανεν ἐν τῷ πολέμῳ , καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα ; καὶ τὸ ῥῆμα παντὸς Ἰσραὴλ ἦλθεν πρὸς τὸν βασιλέα .

12  καὶ βασιλεὺς Δαυὶδ ἀπέστειλεν πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιαθὰρ τοὺς ἱερεῖς λέγων Λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰοῦδα λέγοντες Ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθεν πρὸς τὸν βασιλέα .

13  ἀδελφοί μου ὑμεῖς , ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς , καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ ;

14  καὶ τῷ Ἀμεσσαῒ ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ ; καὶ νῦν τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη , εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ .

15  καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰοῦδα ὡς ἀνδρὸς ἑνός , καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου .

16  καὶ ἐπέστρεψεν βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου , καὶ ἄνδρες Ἰοῦδα ἦλθαν εἰς Γαλγαλὰ τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην .

17  καὶ ἐτάχυνεν Σεμεῒ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμενὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰοῦδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ

18  καὶ χίλιοι ἄνδρες μετ᾿ αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ᾿ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ᾿ αὐτοῦ καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως

19  καὶ ἐλειτούργησαν ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα , καὶ διέβη διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ . καὶ Σεμεῒ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην

20  καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσθω κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν παῖς σου ἐν τῇ ἡμέρᾳ κύριός μου βασιλεὺς ἐξεπορεύετο ἐξ Ἱερουσαλήμ , τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ ,

21  ὅτι ἔγνω δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον , καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ἰωσὴφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως .

22  καὶ ἀπεκρίθη Ἀβεσσὰ υἱὸς Σαρουίας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ , ὅτι κατηράσατο τὸν χριστὸν κυρίου ;

23  καὶ εἶπεν Δαυὶδ Τί ἐμοὶ καὶ ὑμῖν , υἱοὶ Σαρουίας , ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον ; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ , ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ .

24  καὶ εἶπεν βασιλεὺς πρὸς Σεμεῒ Οὐ μὴ ἀποθάνῃς · καὶ ὤμοσεν αὐτῷ βασιλεύς .

25  καὶ Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως · καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν βασιλεύς , ἕως τῆς ἡμέρας , ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ .

26  καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως , καὶ εἶπεν αὐτῷ βασιλεύς Τί ὅτι οὐκ πορἐπορεύθης μετ᾿ ἐμοῦ , Μεμφιβοσθέ ;

27  καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθὲ Κύριέ μου βασιλεῦ , δοῦλός μου παρελογίσατό με , ὅτι εἶπεν παῖς σου αὐτῷ Ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾿ αὐτὴν καὶ πορπορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς δοῦλός σου ·

28  καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα , καὶ κύριός μου βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ , καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ·

29  ὅτι οὐκ ἦν πᾶς οἶκος τοῦ πατρός μου ἀλλ᾿ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ , καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου · καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα ;

30  καὶ εἶπεν αὐτῷ βασιλεύς Ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου ; εἶπον Σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν .

31  καὶ εἶπεν Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ .

32  καὶ Βερζελλὶ Γαλααδίτης κατέβη ἐκ Ῥωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην ·

33  καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα , υἱὸς ὀγδοήκοντα ἐτῶν , καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ , ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα .

34  καὶ εἶπεν βασιλεὺς πρὸς Βερζελλὶ Σὺ διαβήσῃ μετ᾿ ἐμοῦ , καὶ διαθρέψω τὸ γῆράς σου μετ᾿ ἐμοῦ ἐν Ἱερουσαλήμ .

35  καὶ εἶπεν Βερζελλὶ πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου , ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ ;

36  υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον · μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ; γεύσεται δοῦλός σου ἔτι φάγομαι πίομαι ; ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν ; ἵνα τί ἔσται ἔτι δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα ;

37  ὡς βραχὺ διαβήσεται δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως · καὶ ἵνα τί ἀνταποδίδωσίν μοι βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην ;

38  καθισάτω δὴ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου · καὶ ἰδοὺ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως , καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου .

39  καὶ εἶπεν βασιλεύς Μετ᾿ ἐμοῦ διαβήτω Χαμαάμ , κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα , ὅσα ἐκλέξῃ ἐπ᾿ ἐμοί ποιήσω σοὶ .

40  καὶ διέβη πᾶς λαὸς τὸν Ἰορδάνην , καὶ βασιλεὺς διέβη · καὶ κατεφίλησεν βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν , καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ .

41  καὶ διέβη βασιλεὺς εἰς Γαλγαλά , καὶ Χαμαὰμ διέβη μετ᾿ αὐτοῦ , καὶ πᾶς λαὸς Ἰοῦδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ .

42  καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα Τί ὅτι ἔκλεψάν σὲ οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰοῦδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ᾿ αὐτοῦ ;

43  καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰοῦδα πρὸς ἄνδρα Ἰσραὴλ καὶ εἶπαν Διότι ἐγγίζει πρός με βασιλεύς · καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου ; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως , δόμα ἔδωκεν ἄρσιν ἦρεν ἡμῖν ;

44  καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰοῦδα καὶ εἶπεν δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ , καὶ πρωτότοκος ἐγὼ σύ , καί γε ἐν τῷ Δαυὶδ εἰμὶ ὑπὲρ σέ · καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί ; καὶ ἐσκληρύνθη λόγος ἀνδρὸς Ἰοῦδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era