II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 1

1  Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψεν τύπτων τὸν Ἀμαλὴκ , καὶ ἐκάθισεν Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο .

2  καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαοὺλ , καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα , καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ , καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ .

3  καὶ εἶπεν αὐτῷ Δαυὶδ Πόθεν σὺ παραγίνῃ ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσῳσμαι .

4  καὶ εἶπεν αὐτῷ Δαυὶδ Τίς λόγος οὗτος ; ἀπάγγειλόν μοι . καὶ εἶπεν ὅτι Ἔφυγεν λαὸς ἐκ τοῦ πολέμου , καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον · καὶ ἀπέθανεν καὶ Σαοὺλ , καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ ἀπέθανεν .

5  καὶ εἶπεν Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ ;

6  καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουὲ , καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ , καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ .

7  καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με , καὶ εἶπα Ἰδοὺ ἐγώ .

8  καὶ εἶπέν μοι Τίς εἶ σύ ; καὶ εἶπα Ἀμαληκίτης ἐγώ εἰμι .

9  καὶ εἶπεν πρός με Στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με , ὅτι κατέσχεν με σκότος δεινόν , ὅτι πᾶσα ψυχή μου ἐν ἐμοί .

10  καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν , ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν · καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε .

11  καὶ ἐκράτησεν Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά , καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν .

12  καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰοῦδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ , ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ .

13  καὶ εἶπεν Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι .

14  καὶ εἶπεν αὐτῷ Δαυὶδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου ;

15  καὶ ἐκάλεσεν Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ · καὶ ἐπάταξεν αὐτόν , καὶ ἀπέθανεν .

16  καὶ εἶπεν Δαυὶδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου , ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου .

17  Καὶ ἐθρήνησεν Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ

18  καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ἰοῦδα - ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς -

19  Στήλωσον , Ἰσραὴλ , ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν · πῶς ἔπεσαν δυνατοί ,

20  μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος , μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων , μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων .

21  ὄρη τὰ ἐν Γελβουὲ , μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν , ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν , θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ .

22  Ἀφ᾿ αἵματος τραυματιῶν , ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω , καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψεν κενή .

23  Σαοὺλ καὶ Ἰωνάθαν , οἱ ἠγαπημένοι καὶ ὡραῖοι , οὐ διακεχωρισμένοι , εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν , ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν .

24  θυγατέρες Ἰσραὴλ , ἐπὶ Σαοὺλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν , τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν .

25  πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου · Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας .

26  ἀλγῶ ἐπὶ σοί , ἄδελφέ μου Ἰωνάθαν · ὡραιώθης μοι σφόδρα , ἐθαυμαστώθη ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν .

27  πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era