Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 8

1  καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων

2  καὶ ἐπάταξεν Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια

3  καὶ ἐπάταξεν Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ῥαὰβ βασιλέα Σουβὰ πορπορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην

4  καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα

5  καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβὰ καὶ ἐπάταξεν Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν

6  καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο

7  καὶ ἔλαβεν Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβὰ καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλὴμ καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ῥοβοὰμ υἱοῦ Σολομῶντος

8  καὶ ἐκ τῆς Μασβὰκ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη

9  καὶ ἤκουσεν Θοοὺ βασιλεὺς Ἠμὰθ ὅτι ἐπάταξεν Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζὰρ

10  καὶ ἀπέστειλεν Θοοὺ Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζὰρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ

11  καὶ ταῦτα ἡγίασεν βασιλεὺς Δαυὶδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν

12  ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῆς γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβὰ

13  καὶ ἐποίησεν Δαυὶδ ὄνομα καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γαιμελὲ εἰς ὀκτωκαίδεκα χιλιάδας

14  καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ Ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν Δαυὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο

15  καὶ ἐβασίλευσεν Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ

16  καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχία ἐπὶ τῶν ὑπομνημάτων

17  καὶ Σαδδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμελὲχ υἱὸς Ἀβιαθὰρ ἱερεῖς καὶ Ἀσὰ γραμματεύς

18  καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος καὶ Χελεθθὶ καὶ Φελεττὶ καὶ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era