Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 18

1  Καὶ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ καὶ κατέστησεν ἐπ᾿ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους , 2  καὶ ἀπέστειλεν Δαυὶδ τὸν λαόν , τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθθὶ τοῦ Γεθθαίου . καὶ εἶπεν Δαυὶδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ᾿ ὑμῶν . 3  καὶ εἶπαν Οὐκ ἐξελεύσῃ , ὅτι ἐὰν φυγῇ φύγωμεν , οὐ θήσουσιν ἐφ᾿ ἡμᾶς καρδίαν , καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν , οὐ θήσουσιν ἐφ᾿ ἡμᾶς καρδίαν , ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες · καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν . 4  καὶ εἶπεν πρὸς αὐτοὺς βασιλεύς ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν , ποιήσω . καὶ ἔστη βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης , καὶ πᾶς λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας . 5  καὶ ἐνετείλατο βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων Φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ · καὶ πᾶς λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ .

6  καὶ ἐξῆλθεν πᾶς λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ἰσραήλ , καὶ ἐγένετο πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ . 7  καὶ ἔπταισεν ἐκεῖ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ , καὶ ἐγένετο θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ , εἴκοσι χιλιάδες ἀνδρῶν . 8  καὶ ἐγένετο ἐκεῖ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς , καὶ ἐπλεόνασεν δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ .

9  καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ , καὶ Ἀβεσσαλὼμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ , καὶ εἰσῆλθεν ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης , καὶ ἐκρεμάσθη κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί , καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς , καὶ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν . 10  καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν Ἰωὰβ καὶ εἶπεν Ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυί . 11  καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας · τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν ; καὶ ἐγὼ ἄν δεδώκειν σοὶ δέκα ἀργυρίου καὶ παραζώνην μίαν . 12  εἶπεν δὲ ἀνὴρ πρὸς Ἰωὰβ Καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου , οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως , ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο βασιλεὺς σοὶ καὶ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων Φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ 13  μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον · καὶ πᾶς λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως , καὶ σὺ στήσῃ ἐξ ἐναντίας . 14  καὶ εἶπεν Ἰωὰβ Τοῦτο ἐγὼ ἄρξομαι · οὐχ οὕτως μενῶ ἐνώπιόν σου . καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλώμ . ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς 15  καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν .

16  καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ , καὶ ἀπέστρεψεν λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραήλ , ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ . 17  καὶ ἔλαβεν τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ᾿ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα . καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ . 18  καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην , ἐν ἐλήμφθη , καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν , τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως , ὅτι εἶπεν Οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ · καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης .

19  Καὶ Ἀχιμαὰς υἱὸς Σαδὼκ εἶπεν δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ . 20  καὶ εἶπεν αὐτῷ Ἰωὰβ Οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ , ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ , οὗ εἵνεκεν υἱὸς τοῦ βασιλέως ἀπέθανεν . 21  καὶ εἶπεν Ἰωὰβ τῷ Χουσὶ πορΒαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες · καὶ προσεκύνησεν Χουσὶ τῷ Ἰωὰβ καὶ ἐξῆλθεν . 22  καὶ προσέθετο ἔτι Ἀχιμαὰς υἱὸς Σαδὼκ καὶ εἶπεν πρὸς Ἰωὰβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί . καὶ εἶπεν Ἰωὰβ Ἵνα τί τοῦτο τρέχεις , υἱέ μου ; δεῦρο , οὐκ ἔστιν σοὶ εὐαγγελία εἰς ὠφέλειαν πορπορευομένῳ . 23  καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι ; καὶ εἶπεν αὐτῷ Ἰωὰβ Δράμε . καὶ ἔδραμεν Ἀχιμαὰς ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί .

24  καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν . καὶ ἐπορεύθη σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ , 25  καὶ ἀνεβόησεν σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ . καὶ εἶπεν βασιλεύς Εἰ μόνος ἐστίν , εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ . καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων . 26  καὶ εἶδεν σκοπὸς ἄνδρα ἕτερον τρέχοντα , καὶ ἐβόησεν σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος . καὶ εἶπεν βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος . 27  καὶ εἶπεν σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμαὰς υἱοῦ Σαδώκ . καὶ εἶπεν βασιλεύς Ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται .

28  καὶ ἐβόησεν Ἀχιμαὰς καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη · καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν · καὶ εἶπεν Εὐλογητὸς κύριος θεός σου , ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ . 29  καὶ εἶπεν βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ ; καὶ εἶπεν Ἀχιμαὰς Εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου καὶ οὐκ ἔγνων τί ἐκεῖ . 30  καὶ εἶπεν βασιλεύς Ἐπίστρεψον , στηλώθητι ὧδε · καὶ ἐπεστράφη καὶ ἔστη .

31  καὶ ἰδοὺ Χουσὶ παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω κύριός μου βασιλεύς , ὅτι ἔκρινέν σοὶ κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ . 32  καὶ εἶπεν βασιλεὺς πρὸς τὸν Χουσὶ Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ ; καὶ εἶπεν Χουσὶ Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες , ὅσοι ἐπανέστησαν ἐπ᾿ αὐτὸν εἰς κακά .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era