Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 24

1  Καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ἰσραήλ , καὶ ἐπέσεισεν τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰοῦδα . 2  καὶ εἶπεν βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾿ αὐτοῦ δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν , καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ . 3  καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα Καὶ προσθείη κύριος θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα , καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες · καὶ κύριός μου βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ ; 4  καὶ ὑπερίσχυσεν λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως . καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ἰσραήλ . 5  καὶ διέβησαν τὸν Ἰορδάνην καὶ παρενέβαλον ἐν Ἀροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ 6  καὶ ἦλθον εἰς τὴν Γαλαὰδ καὶ εἰς γῆν Θαβασών , ἐστιν Ἀδασαί , καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Ὀὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα 7  καὶ ἦλθαν εἰς Μαψὰρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ἰοῦδα εἰς Βηρσαβεὲ 8  καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ἱερουσαλήμ . 9  καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα , καὶ ἐγένετο Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ἰοῦδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν .

10  Καὶ ἐπάταξεν καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν , καὶ εἶπεν Δαυὶδ πρὸς κύριον Ἥμαρτον σφόδρα ἐποίησα · νῦν , κύριε , παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου , ὅτι ἐμωράνθην σφόδρα . 11  καὶ ἀνέστη Δαυὶδ τὸ πρωί . καὶ λόγος κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα Δαυὶδ λέγων 12  πορΠορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων Τάδε λέγει κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ , καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν , καὶ ποιήσω σοὶ . 13  καὶ εἰσῆλθεν Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι , εἰ ἔλθῃ σοὶ τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου , τρεῖς μῆνας φεύγειν σὲ ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σὲ , γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου · νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα . 14  καὶ εἶπεν Δαυὶδ πρὸς Γὰδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν · ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου , ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω · καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον .

15  καὶ ἡμέραι θερισμοῦ πυρῶν , καὶ ἔδωκεν κύριος ἐν Ἰσραὴλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου , καὶ ἤρξατο θραῦσις ἐν τῷ λαῷ , καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν . 16  καὶ ἐξέτεινεν ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν , καὶ παρεκλήθη κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ Πολὺ νῦν , ἄνες τὴν χεῖρά σου · καὶ ἄγγελος κυρίου ἦν παρὰ τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου . 17  καὶ εἶπεν Δαυὶδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ποιμὴν ἐκακοποίησα , καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν ; γενέσθω δὴ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου .

18  καὶ ἦλθεν Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου . 19  καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ , καθ᾿ ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος . 20  καὶ διέκυψεν Ὀρνὰ καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ καὶ ἐξῆλθεν Ὀρνὰ καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν . 21  καὶ εἶπεν Ὀρνὰ Τί ὅτι ἦλθεν κύριός μου βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ ; καὶ εἶπεν Δαυὶδ Κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ , καὶ συσχεθῇ θραῦσις ἐπάνω τοῦ λαοῦ . 22  καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ λαβέτω καὶ ἀνενεγκέτω κύριός μου βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ · ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα , καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα . 23  τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ , καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα κύριος θεός σου εὐλογήσαι σὲ .

24  καὶ εἶπεν βασιλεὺς πρὸς Ὀρνὰ Οὐχί , ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν · καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα . 25  καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ᾿ ἐσχάτῳ , ὅτι μικρὸν ἦν ἐν πρώτοις . καὶ ἐπήκουσεν κύριος τῇ γῇ , καὶ συνεσχέθη θραῦσις ἐπάνωθεν Ἰσραήλ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era