Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 17

1  καὶ εἶπεν Ἀχιτοφὲλ πρὸς Ἀβεσσαλὼμ Ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα ·

2  καὶ ἐπελεύσομαι ἐπ᾿ αὐτόν , καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν , καὶ ἐκστήσω αὐτόν , καὶ φεύξεται πᾶς λαὸς μετ᾿ αὐτοῦ , καὶ πατάξω τὸν βασιλέα μονώτατον ·

3  καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ , ὃν τρόπον ἐπιστρέφει νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς · πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς , καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη .

4  καὶ εὐθὴς λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ .

5  καὶ εἶπεν Ἀβεσσαλὼμ Καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Ἀραχὶ καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ .

6  καὶ εἰσῆλθεν Χουσὶ πρὸς Ἀβεσσαλώμ · καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Ἀχιτοφέλ · εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ ; εἰ δὲ μή , σὺ λάλησον .

7  καὶ εἶπεν Χουσὶ πρὸς Ἀβεσσαλὼμ Οὐκ ἀγαθὴ αὕτη βουλή , ἣν ἐβουλεύσατο Ἀχιτοφὲλ τὸ ἅπαξ τοῦτο .

8  καὶ εἶπεν Χουσὶ Σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ , καὶ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν ·

9  ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἐν ἑνὶ τῶν τόπων , καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ἀκούων καὶ εἴπῃ Ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ ,

10  καί γε αὐτὸς υἱὸς δυνάμεως , οὗ καρδία καθὼς καρδία τοῦ λέοντος , τηκομένη τακήσεται , ὅτι οἶδεν πᾶς Ἰσραὴλ ὅτι δυνατὸς πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ᾿ αὐτοῦ .

11  ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα , καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὡς ἄμμος ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος , καὶ τὸ πρόσωπόν σου πορπορευόμενον ἐν μέσῳ αὐτῶν ,

12  καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων , οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ , καὶ παρεμβαλοῦμεν ἐπ᾿ αὐτόν , ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν , καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾿ αὐτοῦ καί γε ἕνα ·

13  καὶ ἐὰν εἰς πόλιν συναχθῇ , καὶ λήμψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν , ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος .

14  καὶ εἶπεν Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ Ἀγαθὴ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτοφέλ · καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Ἀχιτοφὲλ τὴν ἀγαθήν , ὅπως ἄν ἐπαγάγῃ κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα .

15  καὶ εἶπεν Χουσὶ τοῦ Ἀραχὶ πρὸς Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς Οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχιτοφὲλ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ , καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ ·

16  καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ λέγοντες Μὴ αὐλισθῇς τὴν νύκτα ἐν Ἀραβὼθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον , μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ .

17  καὶ Ἰωνάθαν καὶ Ἀχιμαὰς εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγήλ , καὶ ἐπορεύθη παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς , καὶ αὐτοὶ πορπορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυίδ , ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν .

18  καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Ἀβεσσαλώμ , καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ , καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ , καὶ κατέβησαν ἐκεῖ .

19  καὶ ἔλαβεν γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ᾿ αὐτῷ ἀραφὼθ , καὶ οὐκ ἐγνώσθη ῥῆμα .

20  καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Ἀχιμαὰς καὶ Ἰωνάθαν ; καὶ εἶπεν αὐτοῖς γυνή πορπαρῆλθαν μικρὸν τοῦ ὕδατος · καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ἱερουσαλήμ .

21  ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυὶδ καὶ εἶπαν πρὸς Δαυὶδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχιτοφέλ .

22  καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς λαὸς μετ᾿ αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί , ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ἰορδάνην .

23  καὶ Ἀχιτοφὲλ εἶδεν ὅτι οὐκ ἐγενήθη βουλὴ αὐτοῦ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ · καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ .

24  Καὶ Δαυὶδ διῆλθεν εἰς Μαναΐμ , καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ᾿ αὐτοῦ .

25  καὶ τὸν Ἀμεσσαῒ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως · καὶ Ἀμεσσαῒ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰοθὸρ Ἰσραηλίτης , οὗτος εἰσῆλθεν πρὸς Ἀβιγαιὰν θυγατέρα Ναὰς ἀδελφὴν Σαρουίας μητρὸς Ἰωάβ .

26  καὶ παρενέβαλεν πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ .

27  καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυὶδ εἰς Μαναΐμ , Οὐεσβὶ υἱὸς Ναὰς ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλὶ Γαλααδίτης ἐκ Ῥωγελλὶμ

28  ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν

29  καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφὼθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυὶδ καὶ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ φαγεῖν , ὅτι εἶπαν λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era