Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 14

1  καὶ ἔγνω Ἰωὰβ υἱὸς Σαρουίας ὅτι καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ . 2  καὶ ἀπέστειλεν Ἰωὰβ εἰς Θεκωὲ καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπεν πρὸς αὐτήν Πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς 3  καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο · καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς . 4  καὶ εἰσῆλθεν γυνὴ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον , βασιλεῦ , σῶσον . 5  καὶ εἶπεν πρὸς αὐτὴν βασιλεύς Τί ἐστίν σοὶ ; δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι , καὶ ἀπέθανεν ἀνήρ μου . 6  καί γε τῇ δούλῃ σου δύο υἱοί , καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ , καὶ οὐκ ἦν ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν , καὶ ἔπαισεν εἷς τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν . 7  καὶ ἰδοὺ ἐπανέστη ὅλη πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ , οὗ ἀπέκτεινεν , καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν · καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς . 8  καὶ εἶπεν βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου κἀγὼ ἐντελοῦμαι περὶ σοῦ . 9  καὶ εἶπεν γυνὴ Θεκωῖτις πρὸς τὸν βασιλέα Ἐπ᾿ ἐμέ κύριέ μου βασιλεῦ , ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου , καὶ βασιλεὺς καὶ θρόνος αὐτοῦ ἀθῷος . 10  καὶ εἶπεν βασιλεύς Τίς λαλῶν πρὸς σέ καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ , καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ . 11  καὶ εἶπεν Μνημονευσάτω δὴ βασιλεὺς τὸν κύριον θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου καὶ εἶπεν Ζῇ κύριος , εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν . 12  καὶ εἶπεν γυνή Λαλησάτω δὴ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα καὶ εἶπεν Λάλησον . 13  καὶ εἶπεν γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ ; ἐκ στόματος τοῦ βασιλέως λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ . 14  ὅτι θανάτῳ ἀποθανούμεθα , καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς , οὐ συναχθήσεται · καὶ λήμψεται θεὸς ψυχήν , καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ᾿ αὐτοῦ ἐξωσμένον . 15  καὶ νῦν ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο , ὅτι ὄψεταί με λαός , καὶ ἐρεῖ δούλη σου λαλησάτω δὴ πρὸς τὸν βασιλέα , εἴ πως ποιήσει βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ · 16  ὅτι ἀκούσει βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ . 17  καὶ εἶπεν γυνή Εἴη δὴ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν , ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως κύριός μου βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν , καὶ κύριος θεός σου ἔσται μετὰ σοῦ . 18  καὶ ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ ῥῆμα , ἐγὼ ἐπερωτῶ σὲ . καὶ εἶπεν γυνή Λαλησάτω δὴ κύριός μου βασιλεύς . 19  καὶ εἶπεν βασιλεύς Μὴ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ ; καὶ εἶπεν γυνὴ τῷ βασιλεῖ Ζῇ ψυχή σου , κύριέ μου βασιλεῦ , εἰ ἔστιν εἰς τὰ δεξιὰ εἰς τὰ ἀριστερὰ ἐκ πάντων , ὧν ἐλάλησεν κύριός μου βασιλεύς , ὅτι δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους ·

20  ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν δοῦλός σου Ἰωὰβ τὸν λόγον τοῦτον , καὶ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ . 21  καὶ εἶπεν βασιλεὺς πρὸς Ἰωὰβ Ἰδοὺ δὴ ἐποίησά σοὶ κατὰ τὸν λόγον σου τοῦτον · πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ . 22  καὶ ἔπεσεν Ἰωὰβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα , καὶ εἶπεν Ἰωὰβ σήμερον ἔγνω δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου , κύριέ μου βασιλεῦ , ὅτι ἐποίησεν κύριός μου βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ . 23  καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἤγαγεν τὸν Ἀβεσσαλὼμ εἰς Ἱερουσαλήμ . 24  καὶ εἶπεν βασιλεύς Ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω . καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν . 25  καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ αἰνετὸς σφόδρα , ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος . 26  καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ - καὶ ἐγένετο ἀπ᾿ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας , ὡς ἄν ἐκείρετο , ὅτι κατεβαρύνετο ἐπ᾿ αὐτόν - καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ . 27  καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία , καὶ ὄνομα αὐτῇ Θήμαρ · αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν καὶ τίκτει αὐτῷ τὸν Ἀβιά .

28  Καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἱερουσαλὴμ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν . 29  καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ τοῦ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα , καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν · καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν , καὶ οὐκ ἠθέλησεν παραγενέσθαι . 30  καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε μερὶς ἐν ἀγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου , καὶ αὐτῷ κριθαὶ ἐκεῖ , πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί · καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες Ἀβεσσαλώμ . καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν Ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυρί . 31  καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθεν πρὸς Ἀβεσσαλὼμ εἰς τὸν οἶκον καὶ εἶπεν πρὸς αὐτόν Ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί ; 32  καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ Ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων Ἧκε ὧδε καὶ ἀποστελῶ σὲ πρὸς τὸν βασιλέα λέγων Ἵνα τί ἦλθον ἐκ Γεδσούρ ; ἀγαθόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ · καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον · εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία , καὶ θανάτωσόν με . 33  καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ , καὶ ἐκάλεσεν τὸν Ἀβεσσαλώμ , καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως , καὶ κατεφίλησεν βασιλεὺς τὸν Ἀβεσσαλώμ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era