Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 23

1  Καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι Πιστὸς Δαυὶδ υἱὸς Ἰεσσαί , καὶ πιστὸς ἀνήρ , ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ , καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ .

2  πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί , καὶ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου ·

3  λέγει θεὸς Ἰσραήλ , ἐμοὶ ἐλάλησεν φύλαξ Ἰσραὴλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ ;

4  καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος , τὸ πρωῒ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς .

5  οὐ γὰρ οὕτως οἶκός μου μετὰ ἰσχυροῦ ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι , ἑτοίμην ἐν παντὶ καιρῷ , πεφυλαγμένην , ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα , ὅτι οὐ μὴ βλαστήσῃ παράνομος .

6  ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί , ὅτι οὐ χειρὶ λημφθήσονται ,

7  καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς , καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος , καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν .

8  Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ · Ἰεβοσθὲ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν , Ἀδινὼν Ἀσωναῖος . οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ . 9  καὶ μετ᾿ αὐτὸν Ἐλεαζὰρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς . οὗτος ἦν μετὰ Δαυὶδ ἐν Σερράν , καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον , καὶ ἀνέβησαν ἀνὴρ Ἰσραήλ · 10  αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις , ἕως οὗ ἐκοπίασεν χεὶρ αὐτοῦ καὶ προσεκολλήθη χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν , καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ · καὶ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν . 11  καὶ μετ᾿ αὐτὸν Σαμαία υἱὸς Ἀσὰ Ἀρουχαῖος . καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία , καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ , καὶ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων · 12  καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους , καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην . 13  καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασὼν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ , καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαΐμ · 14  καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ , καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεέμ . 15  καὶ ἐπεθύμησεν Δαυὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεὲμ τοῦ ἐν τῇ πύλῃ ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεέμ . 16  καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεὲμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυίδ , καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 17  καὶ εἶπεν Ἵλεώς μοι , κύριε , τοῦ ποιῆσαι τοῦτο · εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορπορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι ; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό . ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί .

18  Καὶ Ἀβεσσὰ ἀδελφὸς Ἰωὰβ υἱὸς Σαρουίας , αὐτὸς ἄρχων ἐν τοῖς τρισίν . καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας , καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν · 19  ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος , καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα , καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν . 20  καὶ Βαναίας υἱὸς Ἰωδαέ , ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ . καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ · καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος · 21  αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον , ἄνδρα ὁρατόν , ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας , καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ . 22  ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδαέ , καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς · 23  ἐκ τῶν τριῶν ἔνδοξος , καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν · καὶ ἔταξεν αὐτὸν Δαυὶδ εἰς τὰς ἀκοὰς αὐτοῦ .

24  Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ βασιλέως · Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ ( οὗτος ἐν τοῖς τριάκοντα), Ἐλεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βαιθλεέμ , 25 Σαμαῒ Ἀρουδαῖος , Ἐλικὰ Ἀρωδαῖος , 26 Ἐλλὴς Φελωθί , Ἱρὰς υἱὸς Ἐκκὰς Θεκωίτης , 27 Αβιεζὲρ Ἀναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ἀσωθίτου , 28 Σελμὼν Ἀωίτης , Μοορὲ Νετωφαθίτης , 29 Ἐλὰ υἱὸς Βαανὰ Νετωφαθίτης , Ἐθθὶ υἱὸς Ῥιβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμίν , 30 Βαναίας Φαραθωνίτης , Οὐρὶ ἐκ Ναχαλιγαίας , 31 Ἀβιὴλ υἱὸς τοῦ Ἀραβωθίτου , Ἀζμὼθ Βαρσαμίτης , 32 Ἐλιασοὺ Σαλαβωνίτης , υἱοὶ Ἰασάν , Ἰωνάθαν , 33 Σαμμὰ Ἀρωδίτης , Ἀχιὰν υἱὸς Σαρὰδ Ἀραουρίτης , 34 Ἀλιφαλὲθ υἱὸς τοῦ Ἀσβίτου υἱὸς τοῦ Μααχατί , Ἐλιὰβ υἱὸς Ἀχιτοφὲλ τοῦ Γελωνίτου , 35 Ἀσαραὶ Καρμήλιος , Φαραῒ Ἐρχί , 36 Ἰγαὰλ υἱὸς Νάθαν ἀπὸ δυνάμεως , υἱὸς Γαδδί , 37 Ἐλιὲ Ἀμμανίτης Γελωραὶ Βηρωθαῖος αἴρων τὰ σκεύη Ἰωὰβ υἱοῦ Σαρουίας , 38 Ἱρὰς Ἰεθιραῖος , Γαρὴβ Ἰεθιραῖος , 39 Ὀυριὰς Χετταῖος , πάντες τριάκοντα καὶ ἑπτά .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era