Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 10

1  Ὅτι δὲ Μωϋσῆς εἶπεν · οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα οὔτε πάντα ἰχθύν , ὃς οὐκ ἔχει λεπίδα ἐν ἑαυτῷ , τρία ἔλαβεν ἐν τῇ συνέσει δόγματα . 2  πέρας γέ τοι λέγει αὐτοῖς ἐν τῷ Δευτερονομίῳ · Καὶ διαθήσομαι πρὸς τὸν λαὸν τοῦτον τὰ δικαιώματά μου . ἄρα οὖν οὐκ ἔστιν ἐντολὴ θεοῦ τὸ μὴ τρώγειν , Μωϋσῆς δὲ ἐν πνεύματι ἐλάλησεν . 3  τὸ οὖν χοιρίον πρὸς τοῦτο εἶπεν · οὐ κολληθήσῃ , φησίν , ἀνθρώποις τοιούτοις , οἵτινές εἰσιν ὅμοιοι χοίρων · τουτέστιν ὅταν σπαταλῶσιν , ἐπιλανθάνονται τοῦ κυρίου , ὅταν δὲ ὑστεροῦνται , ἐπιγινώσκουσιν τὸν κύριον , ὡς καὶ χοῖρος ὅταν τρώγει τὸν κύριον οὐκ οἶδεν , ὅταν δὲ πεινᾷ κραυγάζει , καὶ λαβὼν πάλιν σιωπᾷ . 4  οὐδὲ φάγῃ τὸν ἀετὸν οὐδὲ τὸν ὀξύπτερον οὐδὲ τὸν ἰκτῖνα οὐδὲ τὸν κόρακα · οὐ μή , φησίν , κολληθήσῃ οὐδὲ ὁμοιωθήσῃ ἀνθρώποις τοιούτοις , οἵτινες οὐκ οἴδασιν διὰ κόπου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν , ἀλλὰ ἁρπάζουσιν τὰ ἀλλοτρία ἐν ἀνομίᾳ αὐτῶν καὶ ἐπιτηροῦσιν ὡς ἐν ἀκεραιοσύνῃ περιπατοῦντες καὶ περιβλέπονται , τίνα ἐκδύσωσιν διὰ τὴν πλεονεξίαν , ὡς καὶ τὰ ὄρνεα ταῦτα μόνα ἑαυτοῖς οὐ προίζει τὴν τροφήν , ἀλλὰ ἀργὰ καθήμενα ἐκζητεῖ , πῶς ἀλλοτρίας σάρκας καταφάγῃ , ὄντα λοιμὰ τῇ πονηρίᾳ αὐτῶν . 5  Καὶ οὐ φάγῃ , φησίν , σμύραιναν οὐδὲ πολύποδα οὐδὲ σηπίαν · οὐ μή , φησίν , ὁμοιωθήσῃ κολλώμενος ἀνθρώποις τοιούτοις , οἵτινες εἰς τέλος εἰσὶν ἀσεβεῖς καὶ κεκριμένοι ἤδη τῷ θανάτῳ , ὡς καὶ ταῦτα τὰ ἰχθύδια μόνα ἐπικατάρατα ἐν τῷ βυθῷ νήχεται , μὴ κολυμβῶντα ὡς τὰ λοιπά , ἀλλ᾿ ἐν τῇ γῇ κάτω τοῦ βυτοῦ κατοικεῖ . 6  ἀλλὰ καὶ τὸν δασύποδα οὐ φάγῃ . πρὸς τί ; οὐ μὴ γένῃ , φησίν , παιδοφθόρος οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις , ὅτι λαγωὸς κατ᾿ ἐνιαυτὸν πλεονεκτεῖ τὴν ἀφόδευσιν · ὅσα γὰρ ἔτη ζῇ , τοσαύτας ἔχει τρύπας . 7  ἀλλὰ οὐδὲ τὴν ὕαιναν φάγῃ · οὐ μή , φησίν , γένῃ μοιχὸς οὐδὲ φθορεὺς οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις . πρὸς τί ; ὅτι τὸ ζῷον τοῦτο παρ᾿ ἐνιαυτὸν ἀλλάσσει τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρεν , ποτὲ δὲ θῆλυ γίνεται . 8  ἀλλὰ καὶ τὴν γαλῆν ἐμίσησεν καλῶς . οὐ μή , φησίν , γενηθῇς τοιοῦτος , οἵους ἀκούομεν ἀνομίαν ποιοῦντας ἐν τῷ στόματι δι᾿ ἀκαθαρσίαν , οὐδὲ κολληθήσῃ ταῖς ἀκαθάρτοις ταῖς τὴν ἀνομίαν ποιούσαις ἐν τῷ στόματι . τὸ γὰρ ζῷον τοῦτο τῷ στόματι κύει .

9  Περὶ μὲν τῶν βρωμάτων λαβὼν Μωϋσῆς τρία δόγματα οὕτως ἐν πνεύματι ἐλάλησεν · οἱ δὲ κατ᾿ ἐπιθυμίαν τῆς σαρκὸς ὡς περὶ βρώσεως προσεδέξαντο . 10  λαμβάνει δὲ τῶν αὐτῶν τριῶν δογμάτων γνῶσιν Δαυεὶδ καὶ λέγει · μακάριος ἀνήρ , ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν , καθὼς καὶ οἱ ἰχθύες πορπορεύονται ἐν σκότει εἰς τὰ βάθη · καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη , καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς χοῖρος , καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν , καθὼς τὰ πετεινὰ καθήμενα εἰς ἁρπαγήν . ἔχετε τελείως καὶ περὶ τῆς βρώσεως .

11  Πάλιν λέγει Μωϋσῆς · Φάγεσθε πᾶν διχηλοῦν καὶ μαρυκώμενον . τί λέγει ; ὅτι τὴν τροφὴν λαμβάνων οἶδεν τὸν τρέφοντα αὐτὸν καὶ ἐπ᾿ αὐτῷ ἀναπαυόμενος εὐφραίνεσθαι δοκεῖ . καλῶς εἶπεν βλέπων τὴν ἐντολήν . τί οὖν λέγει ; κολλᾶσθε μετὰ τῶν φοβουμένων τὸν κύριον , μετὰ τῶν μελετώντων ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ , μετὰ τῶν λαλούντων τὰ διδαιώματα κυρίου καὶ τηρούντων , μετὰ τῶν εἰδότων , ὅτι μελέτη ἐστὶν ἔργον εὐφροσύνης , καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου . τί δὲ τὸ διχηλοῦν ; ὅτι δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται . βλέπετε , πῶς ἐνομοθέτησεν Μωϋσῆς καλῶς . 12  ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι συνιέναι ; ἡμεῖς δὲ δικαίως νοήσαντες τὰς ἐντολὰς λαλοῦμεν , ὡς ἠθέλησεν κύριος . διὰ τοῦτο περιέτεμεν τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας , ἵνα συνιῶμεν ταῦτα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era