Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 19

1  οὖν ὁδὸς τοῦ φωτός ἐστιν αὕτη · ἐάν τις θέλων ὁδὸν ὁδεύειν ἐπὶ τὸν ὡρισμένον τόπον , σπεύσῃ τοῖς ἔργοις αὐτοῦ . ἔστιν οὖν δοθεῖσα ἡμῖν γνῶσις τοῦ περιπατεῖν ἐν αὐτῇ τοιαύτη . 2  ἀγαπήσεις τὸν ποιήσαντά σὲ , φοβηθήσῃ τόν σὲ πλάσαντα , δοξάσεις τόν σὲ λυτρωσάμενον ἐκ θανάτου · ἔσῃ ἁπλοῦς τῇ καρδίᾳ καὶ πλούσιος τῷ πνεύματι · οὐ κολληθήσῃ μετὰ τῶν πορπορευομένων ἐν ὁδῷ θανάτου , μισήσεις πᾶν , οὐκ ἔστιν ἀρεστὸν τῷ θεῷ , μισήσεις πᾶσαν ὑπόκρισιν · οὐ μὴ ἐγκαταλιπῃς ἐντολὰς κυρίου . 3  οὐχ ὑψώσεις σεαυτόν , ἔσῃ δὲ ταπεινόφρων κατὰ πάντα · οὐκ ἀρεῖς ἐπὶ σεαυτὸν δόξαν . οὐ λήμψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου , οὐ δώσεις τῇ ψυχῇ σου θράσος . 4  οὐ πορνεύσεις , οὐ μοιχεύσεις , οὐ παιδοφθορήσεις . οὐ μή σου λόγος τοῦ θεοῦ ἐξέλθῃ ἐν ἀκαθαρσίᾳ τινῶν . οὐ λήμψῃ πρόσωπον ἐλέγξαι τινὰ ἐπὶ παραπτώματι . ἔσῃ πραΰς , ἔσῃ ἡσύχιος , ἔσῃ τρέμων τοὺς λόγους οὓς ἤκουσας , οὐ μνησικακήσεις τῷ ἀδελφῷ σου . 5  οὐ μὴ διψυχήσῃς , πότερον ἔσται οὔ . οὐ μὴ λάβῃς ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου . ἀγαπήσεις τὸν πλησίον σου ὑπὲρ τὴν ψυχήν σου . οὐ φονεύσεις τέκνον ἐν φθορᾷ , οὐδὲ πάλιν γεννηθὲν ἀποκτενεῖς . οὐ μὴ ἄρῃς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἀπὸ τῆς θυγατρός σου , ἀλλὰ ἀπὸ νεότητος διδάξεις φόβον θεοῦ . 6  οὐ μὴ γένῃ ἐπιθυμῶν τὰ τοῦ πλησίον σου , οὐ μὴ γένῃ πλεονέκτης . οὐδὲ κολληθήσῃ ἐκ ψυχῆς σου μετὰ ὑψηλῶν , ἀλλὰ μετὰ ταπεινῶν καὶ δικαίων ἀναστραφήσῃ , τὰ συμβαίνοντά σοὶ ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ , εἰδώς ὅτι ἄνευ θεοῦ οὐδὲν γίνεται . 7  οὐκ ἔσῃ διγνώμων οὐδὲ γλωσσώδης , ὑποταγήσῃ κυρίοις ὡς τύπῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ · οὐ μὴ ἐπιτάξῃς δούλῳ σου παιδίσκῃ ἐν πικρίᾳ , τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν , μή ποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ᾿ ἀμφοτέροις θεόν · ὅτι οὐκ ἦλθεν κατὰ πρόσωπον καλέσαι , ἀλλ᾿ ἐφ᾿ οὓς τὸ πνεῦμα ἡτοίμασεν . 8  κοινωνήσεις ἐν πᾶσιν τῷ πλησίον σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι · εἰ γὰρ ἐν τῷ ἀφθάρτῳ κοινωνοί ἐστε , πόσῳ μᾶλλον ἐν τοῖς φθαρτοῖς ; οὐκ ἔσῃ πρόγλωσσος · παγὶς γὰρ τὸ στόμα θανάτου . ὅσον δύνασαι , ὑπὲρ τῆς ψυχῆς σου ἁγνεύσεις . 9  μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας , πρὸς δὲ τὸ δοῦναι συσπῶν . ἀγαπήσεις ὡς κόρην τοῦ ὀφθαλμοῦ σου πάντα τὸν λαλοῦντά σοὶ τὸν λόγον κυρίου . 10  μνησθήσῃ ἡμέραν κρίσεως νυκτὸς καὶ ἡμέρας , καὶ ἐκζητήσεις καθ᾿ ἑκάστην ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων , διὰ λόγου κοπιῶν καὶ πορευόμενος εἰς τὸ παρακαλέσαι καὶ μελετῶν εἰς τὸ σῶσαι ψυχὴν τῷ λόγῳ , διὰ τῶν χειρῶν σου ἐργάσῃ εἰς λύτρωσιν ἁμαρτιῶν σου . 11  οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις · γνώσῃ δέ , τίς τοῦ μισθοῦ καλὸς ἀνταποδότης . φυλάξεις παρέλαβες , μήτε προστιθεὶς μήτε ἀφαιρῶν . εἰς τέλος μισήσεις τὸ πονηρόν . κρινεῖς δικαίως . 12  οὐ ποιήσεις σχίσμα , εἰρηνεύσεις δὲ μαχομένους συναγαγών . ἐξομολογήσῃ ἐπὶ ἁμαρτίαις σου . οὐ προσήξεις ἐπὶ προσευχὴν ἐν συνειδήσει πονηρᾷ . αὕτη ἐστὶν ὁδὸς τοῦ φωτός .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era