Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 11

1  Ζητήσωμεν δέ , εἰ ἐμέλησεν τῷ κυρίῳ προφανερῶσαι περὶ τοῦ ὕδατος καὶ περὶ τοῦ σταυροῦ . περὶ μὲν τοῦ ὕδατος γέγραπται ἐπὶ τὸν Ἰσραήλ . πῶς τὸ βάπτισμα τὸ φέρον ἄφεσιν ἁμαρτιῶν οὐ μὴ προσδέξονται , ἀλλ᾿ ἑαυτοῖς οἰκοδομήσουσιν . 2  λέγει γὰρ προφήτης · Ἔκστηθι οὐρανέ , καὶ ἐπὶ τούτῳ πλεῖον φριξάτω γῆ , ὅτι δύο καὶ πονηρὰ ἐποίησεν λαὸς οὗτος · ἐμὲ ἐγκατέλιπον , πηγὴν ζωῆς , καὶ ἑαυτοῖς ὤρυξαν βόθρον θανάτου . 3  μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος τὸ ἅγιόν μου Σινᾶ ; ἔσεσθε γὰρ ὡς πετεινοῦ νοσσοὶ ἀνιπτάμενοι νοσσιᾶς ἀφῃρημένοι . 4  καὶ πάλιν λέγει προφήτης · ἐγὼ πορπορεύσομαι ἔμπροσθέν σου καὶ ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω , καὶ δώσω σοὶ θησαυροὺς σκοτεινούς , ἀποκρύφους , ἀοράτους , ἵνα γνῶσιν ὅτι ἐγὼ κύριος θεὸς . 5  καί · κατοικήσεις ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς . καί · τὸ ὕδωρ αὐτοῦ πιστόν · βασιλέα μετὰ δόξης ὄψεσθε , καὶ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου . 6  καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ λέγει · Καὶ ἔσται ταῦτα ποιῶν ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων , τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ , καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορυήσεται , καὶ πάντα , ὅσα ἂν ποιῇ , κατευοδωθήσεται . 7  οὐχ οὕτως οἱ ἀσεβεῖς , οὐχ οὕτως , ἀλλ᾿ ὡς χνοῦς , ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς . διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων , ὅτι γινώσκει κύριος ὁδὸν δικαίων , καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται . 8  αἰσθάνεσθε , πῶς τὸ ὕδωρ καὶ τὸν σταυρὸν ἐπὶ τὸ αὐτὸ ὥρισεν . τοῦτο γὰρ λέγει · μακάριοι , οἳ ἐπὶ τὸν σταυρὸν ἐλπίσαντες κατέβησαν εἰς τὸ ὕδωρ , ὅτι τὸν μὲν μισθὸν λέγει ἐν καιρῷ αὐτοῦ · τότε , φησίν ἀποδώσω . νῦν δὲ λέγει · τὰ φύλλα οὐκ ἀπορυήσεται , τοῦτο λέγει · ὅτι πᾶν ῥῆμα , ἐὰν ἐξελεύσεται ἐξ ὑμῶν διὰ τοῦ στόματος ὑμῶν ἐν πίστει καὶ ἀγάπῃ , ἔσται εἰς ἐπιστροφὴν καὶ ἐλπίδα πολλοῖς . 9  καὶ πάλιν ἕτερος προφήτης λέγει . Καὶ ἦν γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν . τοῦτο λέγει · τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζει . 10  εἶτα τί λέγει ; Καὶ ἦν ποταμὸς ἕλκων ἐκ δεξιῶν , καὶ ἀνέβαινεν ἐξ αὐτοῦ δένδρα ὡραῖα · καὶ ὃς ἂν φάγῃ ἐξ αὐτῶν , ζήσεται εἰς τὸν αἰῶνα . 11  τοῦτο λέγει ὅτι ἡμεῖς μὲν καταβαίνομεν εἰς τὸ ὕδωρ γέμοντες ἁμαρτιῶν καὶ ῥύπου , καὶ ἀναβαίνομεν καρποφοροῦντες ἐν τῇ καρδίᾳ τὸν φόβον καὶ τὴν ἐλπίδα εἰς τὸν Ἰησοῦν ἐν τῷ πνεύματι ἔχοντες . Καὶ ὃς ἂν φάγῃ ἀπὸ τούτων , ζήσεται εἰς τὸν αἰῶνα , τοῦτο λέγει · ὃς ἄν , φησίν , ἀκούσῃ τούτων λαλουμένων καὶ πιστεύσῃ , ζήσεται εἰς τὸν αἰῶνα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era