Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter I

1  Χαίρετε , υἱοὶ καὶ θυγατέρες , ἐν ὀνόματι κυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς , ἐν εἰρήνῃ .

2  Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦ θεοῦ δικαιωμάτων εἰς ὑμᾶς , ὑπέρ τι καὶ καθ᾿ ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοις καὶ ἐνδόξοις ὑμῶν πνεύμασιν · οὕτως ἔμφυτον τῆς δωρεᾶς πνευματικῆς χάριν εἰλήφατε . 3  διὸ καὶ μᾶλλον συγχαίρω ἐμαυτῷ ἐλπίζων σωθῆναι , ὅτι ἀληθῶς βλέπω ἐν ὑμῖν ἐκκεχυμένον ἀπὸ τοῦ πλουσίου τῆς πηγῆς κυρίου πνεῦμα ἐφ᾿ ὑμᾶς . οὕτω με ἐξέπληξεν ἐπὶ ὑμῶν ἐμοὶ ἐπιποθήτη ὄψις ὑμῶν . 4  πεπεισμένος οὖν τοῦτο καὶ συνειδὼς ἐμαυτῷ , ὅτι ἐν ὑμῖν λαλήσας πολλὰ ἐπίσταμαι , ὅτι ἐμοὶ συνώδευσεν ἐν ὁδῷ δικαιοσύνης κύριος , καὶ πάντως ἀναγκάζομαι κἀγὼ εἰς τοῦτο , ἀγαπᾶν ὑμᾶς ὑπὲρ τὴν ψυχήν μου , ὅτι μεγάλη πίστις καὶ ἀγάπη ἐγκατοικεῖ ἐν ὑμῖν ἐπ᾿ ἐλπίδι ζωῆς αὐτοῦ . 5  λογισάμενος οὖν τοῦτο , ὅτι ἐὰν μελήσῃ μοι περὶ ὑμῶν τοῦ μέρος τι μεταδοῦναι ἀφ᾿ οὗ ἔλαβον , ὅτι ἔσται μοι τοιούτοις πνεύμασιν ὑπηρετήσαντι εἰς μισθόν , ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμπειν , ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε τὴν γνῶσιν .

6  Τρία οὖν δόγνατά ἐστιν κυρίου · ζωῆς ἐλπίς , ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν · καὶ δικαιοσύνη , κρίσεως , ἀρχὴ καὶ τέλος · ἀγάπη εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔργων δικαιοσύνης μαρτυρία . 7  ἐγνώρισεν γὰρ ἡμῖν δεσπότης διὰ τῶν προφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα , καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖν γεύσεως , ὧν τὰ καθ᾿ ἕκαστα βλέποντες ἐνεργούμενα , καθὼς ἐλάλησεν , ὀφείλομεν πλουσιώτερον καὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ . 8  ἐγὼ δὲ οὐχ ὡς διδάσκαλος , ἀλλ᾿ ὡς εἷς ἐξ ὑμῶν ὑποδείξω ὀλίγα , δι᾿ ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era