α αλεφ
1 Μακάριοι
οἱ
ἄμωμοι
ἐν
ὁδῷ
οἱ
πορευόμενοι
ἐν
νόμῳ
κυρίου.
2 μακάριοι
οἱ
ἐξερευνῶντες
τὰ
μαρτύρια
αὐτοῦ·
ἐν
ὅλῃ
καρδίᾳ
ἐκζητήσουσιν
αὐτόν.
3 οὐ
γὰρ
οἱ
ἐργαζόμενοι
τὴν
ἀνομίαν
ἐν
ταῖς
ὁδοῖς
αὐτοῦ
ἐπορεύθησαν.
4 σὺ
ἐνετείλω
τὰς
ἐντολάς
σου
φυλάξασθαι
σφόδρα.
5 ὄφελον
κατευθυνθείησαν
αἱ
ὁδοί
μου
τοῦ
φυλάξασθαι
τὰ
δικαιώματά
σου.
6 τότε
οὐ
μὴ
ἐπαισχυνθῶ
ἐν
τῷ
με
ἐπιβλέπειν
ἐπὶ
πάσας
τὰς
ἐντολάς
σου.
7 ἐξομολογήσομαί
σοὶ,
κύριε,
ἐν
εὐθύτητι
καρδίας
ἐν
τῷ
μεμαθηκέναι
με
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
8 τὰ
δικαιώματά
σου
φυλάξω·
μή
με
ἐγκαταλίπῃς
ἕως
σφόδρα.
β βηθ
9 Ἐν
τίνι
κατορθώσει
ὁ
νεώτερος
τὴν
ὁδὸν
αὐτοῦ;
ἐν
τῷ
φυλάσσεσθαι
τοὺς
λόγους
σου.
10 ἐν
ὅλῃ
καρδίᾳ
μου
ἐξεζήτησά
σὲ·
μὴ
ἀπώσῃ
με
ἀπὸ
τῶν
ἐντολῶν
σου.
11 ἐν
τῇ
καρδίᾳ
μου
ἔκρυψα
τὰ
λόγιά
σου,
ὅπως
ἂν
μὴ
ἁμάρτω
σοὶ.
12 εὐλογητὸς
εἶ,
κύριε·
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
13 ἐν
τοῖς
χείλεσίν
μου
ἐξήγγειλα
πάντα
τὰ
κρίματα
τοῦ
στόματός
σου.
14 ἐν
τῇ
ὁδῷ
τῶν
μαρτυρίων
σου
ἐτέρφθην
ὡς
ἐπὶ
παντὶ
πλούτῳ.
15 ἐν
ταῖς
ἐντολαῖς
σου
ἀδολεσχήσω
καὶ
κατανοήσω
τὰς
ὁδούς
σου.
16 ἐν
τοῖς
δικαιώμασίν
σου
μελετήσω,
οὐκ
ἐπιλήσομαι
τῶν
λόγων
σου.
γ γιμαλ
17 Ἀνταπόδος
τῷ
δούλῳ
σου·
ζήσομαι
καὶ
φυλάξω
τοὺς
λόγους
σου.
18 ἀποκάλυψον
τοὺς
ὀφθαλμούς
μου,
καὶ
κατανοήσω
τὰ
θαυμάσιά
σου
ἐκ
τοῦ
νόμου
σου.
19 πάροικος
ἐγώ
εἰμι
ἐν
τῇ
γῇ·
μὴ
ἀποκρύψῃς
ἀπ᾿
ἐμοῦ
τὰς
ἐντολάς
σου.
20 ἐπεπόθησεν
ἡ
ψυχή
μου
τοῦ
ἐπιθυμῆσαι
τὰ
κρίματά
σου
ἐν
παντὶ
καιρῷ.
21 ἐπετίμησας
ὑπερηφάνοις·
ἐπικατάρατοι
οἱ
ἐκκλίνοντες
ἀπὸ
τῶν
ἐντολῶν
σου.
22 περίελε
ἀπ᾿
ἐμοῦ
ὄνειδος
καὶ
ἐξουδένωσιν,
ὅτι
τὰ
μαρτύριά
σου
ἐξεζήτησα.
23 καὶ
γὰρ
ἐκάθισαν
ἄρχοντες
καὶ
κατ᾿
ἐμοῦ
κατελάλουν,
ὁ
δὲ
δοῦλός
σου
ἠδολέσχει
ἐν
τοῖς
δικαιώμασίν
σου.
24 καὶ
γὰρ
τὰ
μαρτύριά
σου
μελέτη
μού
ἐστιν,
καὶ
αἱ
συμβουλίαι
μου
τὰ
δικαιώματά
σου.
δ δελεθ
25 Ἐκολλήθη
τῷ
ἐδάφει
ἡ
ψυχή
μου
ζῆσόν
με
κατὰ
τὸν
λόγον
σου.
26 τὰς
ὁδούς
μου
ἐξήγγειλα,
καὶ
ἐπήκουσάς
μου·
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
27 ὁδὸν
δικαιωμάτων
σου
συνέτισόν
με,
καὶ
ἀδολεσχήσω
ἐν
τοῖς
θαυμασίοις
σου.
28 ἔσταξεν
ἡ
ψυχή
μου
ἀπὸ
ἀκηδίας·
βεβαίωσόν
με
ἐν
τοῖς
λόγοις
σου.
29 ὁδὸν
ἀδικίας
ἀπόστησον
ἀπ᾿
ἐμοῦ
καὶ
τῷ
νόμῳ
σου
ἐλέησόν
με.
30 ὁδὸν
ἀληθείας
ᾑρετισάμην,
τὰ
κρίματά
σου
οὐκ
ἐπελαθόμην.
31 ἐκολλήθην
τοῖς
μαρτυρίοις
σου·
κύριε,
μή
με
καταισχύνῃς.
32 ὁδὸν
ἐντολῶν
σου
ἔδραμον,
ὅταν
ἐπλάτυνας
τὴν
καρδίαν
μου.
ε η
33 Νομοθέτησόν
με,
κύριε,
τὴν
ὁδὸν
τῶν
δικαιωμάτων
σου,
καὶ
ἐκζητήσω
αὐτὴν
διὰ
παντός.1
34 συνέτισόν
με,
καὶ
ἐξερευνήσω
τὸν
νόμον
σου
καὶ
φυλάξω
αὐτὸν
ἐν
ὅλῃ
καρδίᾳ
μου.
35 ὁδήγησόν
με
ἐν
τρίβῳ
τῶν
ἐντολῶν
σου,
ὅτι
αὐτὴν
ἠθέλησα.
36 κλῖνον
τὴν
καρδίαν
μου
εἰς
τὰ
μαρτύριά
σου
καὶ
μὴ
εἰς
πλεονεξίαν.
37 ἀπόστρεψον
τοὺς
ὀφθαλμούς
μου
τοῦ
μὴ
ἰδεῖν
ματαιότητα,
ἐν
τῇ
ὁδῷ
σου
ζῆσόν
με.
38 στῆσον
τῷ
δούλῳ
σου
τὸ
λόγιόν
σου
εἰς
τὸν
φόβον
σου.
39 περίελε
τὸν
ὀνειδισμόν
μου,
ὃν
ὑπώπτευσα·
τὰ
γὰρ
κρίματά
σου
χρηστά.
40 ἰδοὺ
ἐπεθύμησα
τὰς
ἐντολάς
σου·
ἐν
τῇ
δικαιοσύνῃ
σου
ζῆσόν
με.
ϛ ουαυ
41 Καὶ
ἔλθοι
ἐπ᾿
ἐμὲ
τὸ
ἔλεός
σου,
κύριε,
τὸ
σωτήριόν
σου
κατὰ
τὸ
λόγιόν
σου.
42 καὶ
ἀποκριθήσομαι
τοῖς
ὀνειδίζουσί
με
λόγον,
ὅτι
ἤλπισα
ἐπὶ
τοὺς
λόγους
σου.
43 καὶ
μὴ
περιέλῃς
ἐκ
τοῦ
στόματός
μου
λόγον
ἀληθείας
ἕως
σφόδρα,
ὅτι
ἐπὶ
τὰ
κρίματά
σου
ἐπήλπισα.
44 καὶ
φυλάξω
τὸν
νόμον
σου
διὰ
παντός,1
εἰς
τὸν
αἰῶνα
καὶ
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος.
45 καὶ
πορἐπορευόμην
ἐν
πλατυσμῷ,
ὅτι
τὰς
ἐντολάς
σου
ἐξεζήτησα.
46 καὶ
ἐλάλουν
ἐν
τοῖς
μαρτυρίοις
σου
ἐναντίον
βασιλέων
καὶ
οὐκ
ᾐσχυνόμην.
47 καὶ
ἐμελέτων
ἐν
ταῖς
ἐντολαῖς
σου,
αἷς
ἠγάπησα
σφόδρα.
48 καὶ
ἦρα
τὰς
χεῖράς
μου
πρὸς
τὰς
ἐντολάς
σου,
ἃς
ἠγάπησα,
καὶ
ἠδολέσχουν
ἐν
τοῖς
δικαιώμασίν
σου.
ζ ζαιν
49 Μνήσθητι
τὸν
λόγον
σου
τῷ
δούλῳ,
σου
ᾧ
ἐπήλπισάς
με.
50 αὕτη
με
παρεκάλεσεν
ἐν
τῇ
ταπεινώσει
μου,
ὅτι
τὸ
λόγιόν
σου
ἔζησέν
με.
51 ὑπερήφανοι
παρηνόμουν
ἕως
σφόδρα,
ἀπὸ
δὲ
τοῦ
νόμου
σου
οὐκ
ἐξέκλινα.
52 ἐμνήσθην
τῶν
κριμάτων
σου
ἀπ᾿
αἰῶνος,
κύριε,
καὶ
παρεκλήθην.
53 ἀθυμία
κατέσχεν
με
ἀπὸ
ἁμαρτωλῶν
τῶν
ἐγκαταλιμπανόντων
τὸν
νόμον
σου.
54 ψαλτὰ
ἦσάν
μοι
τὰ
δικαιώματά
σου
ἐν
τόπῳ
παροικίας
μου.
55 ἐμνήσθην
ἐν
νυκτὶ
τοῦ
ὀνόματός
σου,
κύριε,
καὶ
ἐφύλαξα
τὸν
νόμον
σου.
56 αὕτη
ἐγενήθη
μοι,
ὅτι
τὰ
δικαιώματά
σου
ἐξεζήτησα.
η ηθ
57 Μερίς
μου
κύριε,
εἶπα
φυλάξασθαι
τὸν
νόμον
σου.
58 ἐδεήθην
τοῦ
προσώπου
σου
ἐν
ὅλῃ
καρδίᾳ
μου·
ἐλέησόν
με
κατὰ
τὸ
λόγιόν
σου.
59 διελογισάμην
τὰς
ὁδούς
σου
καὶ
ἐπέστρεψα
τοὺς
πόδας
μου
εἰς
τὰ
μαρτύριά
σου.
60 ἡτοιμάσθην
καὶ
οὐκ
ἐταράχθην
τοῦ
φυλάξασθαι
τὰς
ἐντολάς
σου.
61 σχοινία
ἁμαρτωλῶν
περιεπλάκησάν
μοι,
καὶ
τοῦ
νόμου
σου
οὐκ
ἐπελαθόμην.
62 μεσονύκτιον
ἐξηγειρόμην
τοῦ
ἐξομολογεῖσθαί
σοὶ
ἐπὶ
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
63 μέτοχος
ἐγώ
εἰμι
πάντων
τῶν
φοβουμένων
σὲ
καὶ
τῶν
φυλασσόντων
τὰς
ἐντολάς
σου.
64 τοῦ
ἐλέους
σου,
κύριε,
πλήρης
ἡ
γῆ·
τὰ
δικαιώματά
σου
δίδαξόν
με.
θ τηθ
65 Χρηστότητα
ἐποίησας
μετὰ
τοῦ
δούλου
σου,
κύριε,
κατὰ
τὸν
λόγον
σου.
66 χρηστότητα
καὶ
παιδείαν
καὶ
γνῶσιν
δίδαξόν
με,
ὅτι
ταῖς
ἐντολαῖς
σου
ἐπίστευσα.
67 πρὸ
τοῦ
με
ταπεινωθῆναι
ἐγὼ
ἐπλημμέλησα,
διὰ
τοῦτο
τὸ
λόγιόν
σου
ἐφύλαξα.
68 χρηστὸς
εἶ
σύ,
κύριε,
καὶ
ἐν
τῇ
χρηστότητί
σου
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
69 ἐπληθύνθη
ἐπ᾿
ἐμὲ
ἀδικία
ὑπερηφάνων,
ἐγὼ
δὲ
ἐν
ὅλῃ
καρδίᾳ
μου
ἐξερευνήσω
τὰς
ἐντολάς
σου.
70 ἐτυρώθη
ὡς
γάλα
ἡ
καρδία
αὐτῶν,
ἐγὼ
δὲ
τὸν
νόμον
σου
ἐμελέτησα.
71 ἀγαθόν
μοι
ὅτι
ἐταπείνωσάς
με,
ὅπως
ἂν
μάθω
τὰ
δικαιώματά
σου.
72 ἀγαθόν
μοι
ὁ
νόμος
τοῦ
στόματός
σου
ὑπὲρ
χιλιάδας
χρυσίου
καὶ
ἀργυρίου.
ι ιωδ
73 Αἱ
χεῖρές
σου
ἐποίησάν
με
καὶ
ἔπλασάν
με·
συνέτισόν
με,
καὶ
μαθήσομαι
τὰς
ἐντολάς
σου.
74 οἱ
φοβούμενοί
σὲ
ὄψονταί
με
καὶ
εὐφρανθήσονται,
ὅτι
εἰς
τοὺς
λόγους
σου
ἐπήλπισα.
75 ἔγνων,
κύριε,
ὅτι
δικαιοσύνη
τὰ
κρίματά
σου,
καὶ
ἀληθείᾳ
ἐταπείνωσάς
με.
76 γενηθήτω
δὴ
τὸ
ἔλεός
σου
τοῦ
παρακαλέσαι
με
κατὰ
τὸ
λόγιόν
σου
τῷ
δούλῳ
σου.
77 ἐλθέτωσάν
μοι
οἱ
οἰκτιρμοί
σου,
καὶ
ζήσομαι,
ὅτι
ὁ
νόμος
σου
μελέτη
μού
ἐστιν.
78 αἰσχυνθήτωσαν
ὑπερήφανοι,
ὅτι
ἀδίκως
ἠνόμησαν
εἰς
ἐμέ·
ἐγὼ
δὲ
ἀδολεσχήσω
ἐν
ταῖς
ἐντολαῖς
σου.
79 ἐπιστρεψάτωσάν
μοι
οἱ
φοβούμενοί
σὲ
καὶ
οἱ
γινώσκοντες
τὰ
μαρτύριά
σου.
80 γενηθήτω
ἡ
καρδία
μου
ἄμωμος
ἐν
τοῖς
δικαιώμασίν
σου,
ὅπως
ἂν
μὴ
αἰσχυνθῶ.
ια καφ
81 Ἐκλείπει
εἰς
τὸ
σωτήριόν
σου
ἡ
ψυχή
μου,
καὶ
εἰς
τὸν
λόγον
σου
ἐπήλπισα.
82 ἐξέλιπον
οἱ
ὀφθαλμοί
μου
εἰς
τὸ
λόγιόν
σου
λέγοντες,
πότε
παρακαλέσεις
με;
83 ὅτι
ἐγενήθην
ὡς
ἀσκὸς
ἐν
πάχνῃ·
τὰ
δικαιώματά
σου
οὐκ
ἐπελαθόμην.
84 πόσαι
εἰσὶν
αἱ
ἡμέραι
τοῦ
δούλου
σου;
πότε
ποιήσεις
μοι
ἐκ
τῶν
καταδιωκόντων
με
κρίσιν;
85 διηγήσαντό
μοι
παράνομοι
ἀδολεσχίας,
ἀλλ᾿
οὐχ
ὡς
ὁ
νόμος
σου,
κύριε.
86 πᾶσαι
αἱ
ἐντολαί
σου
ἀλήθεια·
ἀδίκως
κατεδίωξάν
με,
βοήθησόν
μοι.
87 παρὰ
βραχὺ
συνετέλεσάν
με
ἐν
τῇ
γῇ,
ἐγὼ
δὲ
οὐκ
ἐγκατέλιπον
τὰς
ἐντολάς
σου.
88 κατὰ
τὸ
ἔλεός
σου
ζῆσόν
με,
καὶ
φυλάξω
τὰ
μαρτύρια
τοῦ
στόματός
σου.
ιβ λαμεδ
89 Εἰς
τὸν
αἰῶνα,
κύριε,
ὁ
λόγος
σου
διαμένει
ἐν
τῷ
οὐρανῷ.
90 εἰς
γενεὰν
καὶ
γενεὰν
ἡ
ἀλήθειά
σου·
ἐθεμελίωσας
τὴν
γῆν,
καὶ
διαμένει.
91 τῇ
διατάξει
σου
διαμένει
ἡ
ἡμέρα,
ὅτι
τὰ
σύμπαντα
δοῦλα
σά.
92 εἰ
μὴ
ὅτι
ὁ
νόμος
σου
μελέτη
μού
ἐστιν,
τότε
ἂν
ἀπωλόμην
ἐν
τῇ
ταπεινώσει
μου.
93 εἰς
τὸν
αἰῶνα
οὐ
μὴ
ἐπιλάθωμαι
τῶν
δικαιωμάτων
σου
ὅτι
ἐν
αὐτοῖς
ἔζησάς
με,
κύριε.
94
σός
εἰμι
ἐγώ
σῶσόν
με,
ὅτι
τὰ
δικαιώματά
σου
ἐξεζήτησα.
95 ἐμὲ
ὑπέμειναν
ἁμαρτωλοὶ
τοῦ
ἀπολέσαι
με·
τὰ
μαρτύριά
σου
συνῆκα.
96 πάσης
συντελείας
εἶδον
πέρας·
πλατεῖα
ἡ
ἐντολή
σου
σφόδρα.
ιγ μημ
97 Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν. 99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι.
103 Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. 104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
ιδ νουν
105 Λύχνος
τοῖς
ποσίν
μου
ὁ
λόγος
σου
καὶ
φῶς
ταῖς
τρίβοις
μου.
106 ὀμώμοκα
καὶ
ἔστησα
τοῦ
φυλάξασθαι
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
107 ἐταπεινώθην
ἕως
σφόδρα·
κύριε,
ζῆσόν
με
κατὰ
τὸν
λόγον
σου.
108 τὰ
ἑκούσια
τοῦ
στόματός
μου
εὐδόκησον
δή,
κύριε,
καὶ
τὰ
κρίματά
σου
δίδαξόν
με.
109 ἡ
ψυχή
μου
ἐν
ταῖς
χερσίν
μου
διὰ
παντός,1
καὶ
τοῦ
νόμου
σου
οὐκ
ἐπελαθόμην
110 ἔθεντο
ἁμαρτωλοὶ
παγίδα
μοι,
καὶ
ἐκ
τῶν
ἐντολῶν
σου
οὐκ
ἐπλανήθην.
111 ἐκληρονόμησα
τὰ
μαρτύριά
σου
εἰς
τὸν
αἰῶνα,
ὅτι
ἀγαλλίαμα
τῆς
καρδίας
μού
εἰσιν.
112 ἔκλινα
τὴν
καρδίαν
μου
τοῦ
ποιῆσαι
τὰ
δικαιώματά
σου
εἰς
τὸν
αἰῶνα
δι᾿
ἀντάμειψιν.
ιε σαμεχ
113 Παρανόμους
ἐμίσησα
καὶ
τὸν
νόμον
σου
ἠγάπησα.
114 βοηθός
μου
καὶ
ἀντιλήμπτωρ
μου
εἶ
σύ·
εἰς
τὸν
λόγον
σου
ἐπήλπισα.
115 ἐκκλίνατε
ἀπ᾿
ἐμοῦ,
πονηρευόμενοι,
καὶ
ἐξερευνήσω
τὰς
ἐντολὰς
τοῦ
θεοῦ
μου.
116 ἀντιλαβοῦ
μου
κατὰ
τὸ
λόγιόν
σου,
καὶ
ζήσομαι,
καὶ
μὴ
καταισχύνῃς
με
ἀπὸ
τῆς
προσδοκίας
μου.
117
βοήθησόν
μοι,
καὶ
σωθήσομαι
καὶ
μελετήσω
ἐν
τοῖς
δικαιώμασίν
σου
διὰ
παντός.1
118 ἐξουδένωσας
πάντας
τοὺς
ἀποστατοῦντας
ἀπὸ
τῶν
δικαιωμάτων
σου,
ὅτι
ἄδικον
τὸ
ἐνθύμημα
αὐτῶν.
119 παραβαίνοντας
ἐλογισάμην
πάντας
τοὺς
ἁμαρτωλοὺς
τῆς
γῆς·
διὰ
τοῦτο
ἠγάπησα
τὰ
μαρτύριά
σου
διὰ
παντός.1
120 καθήλωσον
ἐκ
τοῦ
φόβου
σου
τὰς
σάρκας
μου·
ἀπὸ
γὰρ
τῶν
κριμάτων
σου
ἐφοβήθην.
ιϛ αιν
121 Ἐποίησα
κρίμα
καὶ
δικαιοσύνην·
μὴ
παραδῷς
με
τοῖς
ἀδικοῦσίν
με.
122
ἔκδεξαι
τὸν
δοῦλόν
σου
εἰς
ἀγαθόν·
μὴ
συκοφαντησάτωσάν
με
ὑπερήφανοι.
123 οἱ
ὀφθαλμοί
μου
ἐξέλιπον
εἰς
τὸ
σωτήριόν
σου
καὶ
εἰς
τὸ
λόγιον
τῆς
δικαιοσύνης
σου.
124 ποίησον
μετὰ
τοῦ
δούλου
σου
κατὰ
τὸ
ἔλεός
σου
καὶ
τὰ
δικαιώματά
σου
δίδαξόν
με.
125 δοῦλός
σου
εἰμι
ἐγώ·
συνέτισόν
με,
καὶ
γνώσομαι
τὰ
μαρτύριά
σου.
126 καιρὸς
τοῦ
ποιῆσαι
τῷ
κυρίῳ·
διεσκέδασαν
τὸν
νόμον
σου.
127 διὰ
τοῦτο
ἠγάπησα
τὰς
ἐντολάς
σου
ὑπὲρ
χρυσίον
καὶ
τοπάζιον.
128 διὰ
τοῦτο
πρὸς
πάσας
τὰς
ἐντολάς
σου
κατωρθούμην,
πᾶσαν
ὁδὸν
ἄδικον
ἐμίσησα.
ιζ φη
129 Θαυμαστὰ
τὰ
μαρτύριά
σου·
διὰ
τοῦτο
ἐξηρεύνησεν
αὐτὰ
ἡ
ψυχή
μου.
130 ἡ
δήλωσις
τῶν
λόγων
σου
φωτιεῖ
καὶ
συνετιεῖ
νηπίους.
131 τὸ
στόμα
μου
ἤνοιξα
καὶ
εἵλκυσα
πνεῦμα,
ὅτι
τὰς
ἐντολάς
σου
ἐπεπόθουν.
132 ἐπίβλεψον
ἐπ᾿
ἐμὲ
καὶ
ἐλέησόν
με
κατὰ
τὸ
κρίμα
τῶν
ἀγαπώντων
τὸ
ὄνομά
σου.
133 τὰ
διαβήματά
μου
κατεύθυνον
κατὰ
τὸ
λόγιόν
σου,
καὶ
μὴ
κατακυριευσάτω
μου
πᾶσα
ἀνομία.
134 λύτρωσαί
με
ἀπὸ
συκοφαντίας
ἀνθρώπων,
καὶ
φυλάξω
τὰς
ἐντολάς
σου.
135 τὸ
πρόσωπόν
σου
ἐπίφανον
ἐπὶ
τὸν
δοῦλόν
σου
καὶ
δίδαξόν
με
τὰ
δικαιώματά
σου.
136 διεξόδους
ὑδάτων
κατέβησαν
οἱ
ὀφθαλμοί
μου,
ἐπεὶ
οὐκ
ἐφύλαξαν
τὸν
νόμον
σου.
ιη σαδη
137 Δίκαιος
εἶ,
κύριε
καὶ
εὐθὴς
ἡ
κρίσις
σου.
138 ἐνετείλω
δικαιοσύνην
τὰ
μαρτύριά
σου
καὶ
ἀλήθειαν
σφόδρα.
139 ἐξέτηξέν
με
ὁ
ζῆλος
τοῦ
οἴκου
σου,
ὅτι
ἐπελάθοντο
τῶν
λόγων
σου
οἱ
ἐχθροί
μου.
140 πεπυρωμένον
τὸ
λόγιόν
σου
σφόδρα,
καὶ
ὁ
δοῦλός
σου
ἠγάπησεν
αὐτό.
141 νεώτερός
εἰμι
ἐγὼ
καὶ
ἐξουδενωμένος·
τὰ
δικαιώματά
σου
οὐκ
ἐπελαθόμην.
142 ἡ
δικαιοσύνη
σου
δικαιοσύνη
εἰς
τὸν
αἰῶνα,
καὶ
ὁ
νόμος
σου
ἀλήθεια.
143 θλῖψις
καὶ
ἀνάγκη
εὕροσάν
με·
αἱ
ἐντολαί
σου
μελέτη
μου.
144 δικαιοσύνη
τὰ
μαρτύριά
σου
εἰς
τὸν
αἰῶνα·
συνέτισόν
με
καὶ
ζήσομαι.
ιθ κωφ
145 Ἐκέκραξα
ἐν
ὅλῃ
καρδίᾳ
μου·
ἐπάκουσόν
μου,
κύριε·
τὰ
δικαιώματά
σου
ἐκζητήσω.
146 ἐκέκραξά
σὲ·
σῶσόν
με,
καὶ
φυλάξω
τὰ
μαρτύριά
σου.
147
προέφθασα
ἐν
ἀωρίᾳ
καὶ
ἐκέκραξα,
εἰς
τοὺς
λόγους
σου
ἐπήλπισα.
148 προέφθασαν
οἱ
ὀφθαλμοί
μου
πρὸς
ὄρθρον
τοῦ
μελετᾶν
τὰ
λόγιά
σου.
149 τῆς
φωνῆς
μου
ἄκουσον,
κύριε,
κατὰ
τὸ
ἔλεός
σου,
κατὰ
τὸ
κρίμα
σου
ζῆσόν
με.
150 προσήγγισαν
οἱ
καταδιώκοντές
με
ἀνομίᾳ,
ἀπὸ
δὲ
τοῦ
νόμου
σου
ἐμακρύνθησαν.
151 ἐγγὺς
εἶ
σύ,
κύριε,
καὶ
πᾶσαι
αἱ
ἐντολαί
σου
ἀλήθεια.
152 κατ᾿
ἀρχὰς
ἔγνων
ἐκ
τῶν
μαρτυρίων
σου,
ὅτι
εἰς
τὸν
αἰῶνα
ἐθεμελίωσας
αὐτά.
κ ρης
153 Ἰδὲ
τὴν
ταπείνωσίν
μου
καὶ
ἐξελοῦ
με,
ὅτι
τὸν
νόμον
σου
οὐκ
ἐπελαθόμην.
154 κρῖνον
τὴν
κρίσιν
μου
καὶ
λύτρωσαί
με·
διὰ
τὸν
λόγον
σου
ζῆσόν
με.
155 μακρὰν
ἀπὸ
ἁμαρτωλῶν
σωτηρία,
ὅτι
τὰ
δικαιώματά
σου
οὐκ
ἐξεζήτησαν.
156 οἱ
οἰκτιρμοί
σου
πολλοί,
κύριε·
κατὰ
τὸ
κρίμα
σου
ζῆσόν
με.
157 πολλοὶ
οἱ
ἐκδιώκοντές
με
καὶ
ἐκθλίβοντές
με·
ἐκ
τῶν
μαρτυρίων
σου
οὐκ
ἐξέκλινα.
158 εἶδον
ἀσυνθετοῦντας
καὶ
ἐξετηκόμην,
ὅτι
τὰ
λόγιά
σου
οὐκ
ἐφυλάξαντο.
159 ἰδὲ
ὅτι
τὰς
ἐντολάς
σου
ἠγάπησα·
κύριε,
ἐν
τῷ
ἐλέει
σου
ζῆσόν
με.
160 ἀρχὴ
τῶν
λόγων
σου
ἀλήθεια,
καὶ
εἰς
τὸν
αἰῶνα
πάντα
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
κα σεν
161 Ἄρχοντες
κατεδίωξάν
με
δωρεάν,
καὶ
ἀπὸ
τῶν
λόγων
σου
ἐδειλίασεν
ἡ
καρδία
μου.
162 ἀγαλλιάσομαι
ἐγὼ
ἐπὶ
τὰ
λόγιά
σου
ὡς
ὁ
εὑρίσκων
σκῦλα
πολλά.
163 ἀδικίαν
ἐμίσησα
καὶ
ἐβδελυξάμην,
τὸν
δὲ
νόμον
σου
ἠγάπησα.
164 ἑπτάκις
τῆς
ἡμέρας
ᾔνεσά
σοὶ
ἐπὶ
τὰ
κρίματα
τῆς
δικαιοσύνης
σου.
165 εἰρήνη
πολλὴ
τοῖς
ἀγαπῶσιν
τὸν
νόμον
σου,
καὶ
οὐκ
ἔστιν
αὐτοῖς
σκάνδαλον.
166 προσεδόκων
τὸ
σωτήριόν
σου,
κύριε,
καὶ
τὰς
ἐντολάς
σου
ἠγάπησα.
167 ἐφύλαξεν
ἡ
ψυχή
μου
τὰ
μαρτύριά
σου
καὶ
ἠγάπησεν
αὐτὰ
σφόδρα.
168 ἐφύλαξα
τὰς
ἐντολάς
σου
καὶ
τὰ
μαρτύριά
σου,
ὅτι
πᾶσαι
αἱ
ὁδοί
μου
ἐναντίον
σου,
κύριε.
κβ θαυ
169 Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν. 175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σὲ, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.