Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 31

1  τῇ Μωὰβ οὕτως εἶπεν κύριος οὐαὶ ἐπὶ Ναβαὺ ὅτι ὤλετο ἐλήμφθη Καριαθαὶμ ᾐσχύνθη Ἀμὰθ καὶ ἡττήθη 2  οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ ἀγαυρίαμα ἐν Ἐσεβὼν ἐλογίσαντο ἐπ᾿ αὐτὴν κακά ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους καὶ παῦσιν παύσεται ὄπισθέν σου βαδιεῖται μάχαιρα 3  ὅτι φωνὴ κεκραγότων ἐξ Ὀρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα 4  συνετρίβη Μωὰβ ἀναγγείλατε εἰς Ζόγορα 5  ὅτι ἐπλήσθη Ἀλαωθ ἐν κλαυθμῷ ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὀρωναιμ κραυγὴν συντρίμματος ἠκούσατε 6  φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ 7  ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήσῃ καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα 8  καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν καὶ πόλις οὐ μὴ σωθῇ καὶ ἀπολεῖται αὐλών καὶ ἐξολεθρευθήσεται πεδινή καθὼς εἶπεν κύριος 9  δότε σημεῖα τῇ Μωὰβ ὅτι ἁφῇ ἁφθήσεται , καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτῇ 10  ἐπικατάρατος ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς ἐξαίρων μάχαιραν αὐτοῦ Ἀφ᾿ αἵματος 11  ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν 12  διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστελῶ αὐτῷ κλίνοντας καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν 13  καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ᾿ αὐτοῖς 14  πῶς ἐρεῖτε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά 15  ὤλετο Μωάβ πόλις αὐτοῦ καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν 16  ἐγγὺς ἡμέρα Μωάβ ἐλθεῖν καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα 17  κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ πάντες εἰδότες ὄνομα αὐτοῦ εἴπατε πῶς συνετρίβη βακτηρία εὐκλεής ῥάβδος μεγαλώματος 18  κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη Δαιβὼν ἐκτρίβητε ὅτι ὤλετο Μωὰβ ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου 19  ἐφ᾿ ὁδοῦ στῆθι καὶ ἔπιδε καθημένη ἐν Ἀροὴρ καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν τί ἐγένετο 20  κατῃσχύνθη Μωὰβ ὅτι συνετρίβη ὀλόλυξον καὶ κέκραξον ἀνάγγειλον ἐν Ἀρνὼν ὅτι ὤλετο Μωάβ 21  καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μισὼρ ἐπὶ Χαιλὼν καὶ ἐπὶ Ἰασσὰ καὶ ἐπὶ Μωφαθ 22  καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ ἐπ᾿ οἶκον Δεβλαθαὶμ 23  καὶ ἐπὶ Καριαθαὶμ καὶ ἐπ᾿ οἶκον Γαμωλ καὶ ἐπ᾿ οἶκον Μαὼν 24  καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς 25  κατεάχθη κέρας Μωὰβ καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη 26  μεθύσατε αὐτόν ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός 27  καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοὶ Ἰσραὴλ εἰ ἐν κλοπαῖς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν 28  κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωὰβ ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου 29  ἤκουσα ὕβριν Μωὰβ ὕβρισεν λίαν ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ καὶ ὑψώθη καρδία αὐτοῦ 30  ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ οὐχὶ τὸ ἱκανὸν αὐτοῦ οὐχ οὕτως ἐποίησεν 31  διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν βοήσατε ἐπ᾿ ἄνδρας Κιραδας αὐχμοῦ 32  ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοὶ ἄμπελος Σεβημα κλήματά σου διῆλθεν θάλασσαν Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν 33  συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου πρωῒ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ 34  ἀπὸ κραυγῆς Ἐσεβὼν ἕως Ἐλεαλὴ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ Ζογορ ἕως Ὀρωναιμ καὶ Ἀγλαθ-σαλισια ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται 35  καὶ ἀπολῶ τὸν Μωάβ φησὶν κύριος ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ 36  διὰ τοῦτο καρδία μου Μωὰβ ὥσπερ αὐλοὶ βομβήσουσιν καρδία μου ἐπ᾿ ἀνθρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει διὰ τοῦτο περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου 37  πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται καὶ πᾶς πώγων ξυρηθήσεται καὶ πᾶσαι χεῖρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος 38  καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ πλατείαις αὐτῆς ὅτι συνέτριψα τὸν Μωάβ φησὶν κύριος ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ 39  πῶς κατήλλαξεν πῶς ἔστρεψεν νῶτον Μωὰβ ᾐσχύνθη καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς 40  ὅτι οὕτως εἶπεν κύριος 41  ἐλήμφθη Ἀκκαριωθ καὶ τὰ ὀχυρώματα συνελήμφθη 42  καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη 43  παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί καθήμενος Μωάβ 44  φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον καὶ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλλημφθήσεται ἐν τῇ παγίδι ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era