Jeremiah

Ἱερεμίας

Chapter 1

1  τὸ ῥῆμα τοῦ θεοῦ ἐγένετο ἐπὶ Ἰερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμὶν 2  ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰοῦδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ 3  καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ίωακὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰοῦδα ἕως ἑνδεκάτου ἔτους Σεδεκία υἱοῦ Ἰωσία βασιλέως Ἰοῦδα ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί

4  καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 5  πρὸ τοῦ με πλάσαι σὲ ἐν κοιλίᾳ ἐπίσταμαί σὲ καὶ πρὸ τοῦ σὲ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σὲ προφήτην εἰς ἔθνη τέθεικά σὲ 6  καὶ εἶπα δέσποτα κύριε ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν ὅτι νεώτερος ἐγώ εἰμι 7  καὶ εἶπεν κύριος πρός με μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σὲ πορεύσῃ καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοὶ λαλήσεις 8  μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι μετὰ σου ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σὲ λέγει κύριος 9  καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν κύριος πρός με ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου 10  ἰδοὺ κατέστακά σὲ σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν

11  καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων τί σὺ ὁρᾷς Ἰερεμια καὶ εἶπα βακτηρίαν καρυΐνην 12  καὶ εἶπεν κύριος πρός με καλῶς ἑώρακας διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς 13  καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων τί σὺ ὁρᾷς καὶ εἶπα λέβητα ὑποκαιόμενον καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ 14  καὶ εἶπεν κύριος πρός με ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν 15  διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰοῦδα 16  καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν 17  καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα ὅσα ἂν ἐντείλωμαί σοὶ μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν ὅτι μετὰ σου ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σὲ λέγει κύριος 18  ἰδοὺ τέθεικά σὲ ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ἰοῦδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς 19  καὶ πολεμήσουσίν σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σὲ εἶπεν κύριος




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era