Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 50

1  καὶ ἐγενήθη ὡς ἐπαύσατο Ἱερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς πάντας τοὺς λόγους τούτους 2  καὶ εἶπεν Ἀζαρίας υἱὸς Μαασαιου καὶ Ἰωανὰν υἱὸς Καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ἰερεμια λέγοντες ψεύδη οὐκ ἀπέστειλέν σὲ κύριος πρὸς ἡμᾶς λέγων μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ 3  ἀλλ᾿ Βαροὺχ υἱὸς Νηριου συμβάλλει σὲ πρὸς ἡμᾶς ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα 4  καὶ οὐκ ἤκουσεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς λαὸς τῆς φωνῆς κυρίου κατοικῆσαι ἐν γῇ Ἰοῦδα 5  καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰοῦδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ 6  τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς ἃς κατέλιπεν Ναβουζαρδαν μετὰ Γοδολίου υἱοῦ Ἀχικαμ καὶ Ἰερεμιαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηριου 7  καὶ εἰσῆλθον εἰς Αἴγυπτον ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου καὶ εἰσῆλθον εἰς Ταφνας 8  καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰερεμιαν ἐν Ταφνας λέγων 9  λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Ταφνας κατ᾿ ὀφθαλμοὺς ἀνδρῶν Ἰοῦδα 10  καὶ ἐρεῖς οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσὸρ βασιλέα βαβυλῶνος καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ᾿ αὐτοὺς 11  καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου οὓς εἰς θάνατον εἰς θάνατον καὶ οὓς εἰς ἀποικισμόν εἰς ἀποικισμόν καὶ οὕς εἰς ῥομφαίαν εἰς ῥομφαίαν 12  καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ καὶ ἐξελεύσεται ἐν εἰρήνῃ 13  καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν Ὢν καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era