Car Repair Manuals

Jeremiah

Ἱερεμίας

Chapter 48

1  καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανιου υἱοῦ Ἐλασὰ ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ᾿ αὐτοῦ πρὸς Γοδολιαν εἰς Μασσηφὰ καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα 2  καὶ ἀνέστη Ἰσμαὴλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ᾿ αὐτοῦ καὶ ἐπάταξαν τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐπὶ τῆς γῆς 3  καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετ᾿ αὐτοῦ ἐν Μασσηφὰ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ 4  καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω 5  καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναὰ καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου 6  καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Ἰσμαὴλ αὐτοὶ πορἐπορεύοντο καὶ ἔκλαιον καὶ εἶπεν αὐτοῖς εἰσέλθετε πρὸς Γοδολιαν 7  καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ 8  καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ἰσμαὴλ μὴ ἀνέλῃς ἡμᾶς ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ πορπαρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν 9  καὶ τὸ φρέαρ εἰς ἔρριψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα τοῦτό ἐστιν ἐποίησεν βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως Ἰσραὴλ τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν 10  καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως ἃς παρεκατέθετο ἀρχιμάγειρος τῷ Γοδολία υἱῷ Ἀχικαμ καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμὼν 11  καὶ ἤκουσεν Ἰωανὰν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ᾿ αὐτοῦ πάντα τὰ κακά ἐποίησεν Ἰσμαὴλ 12  καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαὼν 13  καὶ ἐγένετο ὅτε εἶδον πᾶς λαὸς μετὰ Ἰσμαὴλ τὸν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ᾿ αὐτοῦ 14  καὶ ἀνέστρεψαν πρὸς Ἰωανὰν 15  καὶ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμὼν 16  καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ᾿ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὕς ἀπέστρεψεν ἀπὸ Ἰσμαὴλ δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ Γαβαὼν 17  καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωθ-χαμααμ τὴν πρὸς Βηθλεὲμ τοῦ πορευθῆναι εἰσελθεῖν εἰς Αἴγυπτον 18  ἀπὸ προσώπου τῶν Χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐν τῇ γῇ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era