Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 20

1  καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ καὶ οἱ υἱοὶ Ἀμμὼν καὶ μετ᾿ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον

2  καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας καὶ ἰδού εἰσιν ἐν Ἀσασανθαμὰρ αὕτη ἐστὶν Ἐνγαδδι

3  καὶ ἐφοβήθη καὶ ἔδωκεν Ἰωσαφὰτ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ἰοῦδα

4  καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν κύριον καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰοῦδα ἦλθον ζητῆσαι τὸν κύριον

5  καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰοῦδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς

6  καὶ εἶπεν κύριε θεὸς τῶν πατέρων ἡμῶν οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι

7  οὐχὶ σὺ εἶ κύριος ἐξολεθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ἰσραὴλ καὶ ἔδωκας αὐτὴν σπέρματι Ἁβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα

8  καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες

9  ἐὰν ἐπέλθῃ ἐφ᾿ ἡμᾶς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως καὶ ἀκούσῃ καὶ σώσεις

10  καὶ νῦν ἰδοὺ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ καὶ ὄρος Σηὶρ εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν δι᾿ αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ᾿ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς

11  καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ᾿ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν

12  κύριε θεὸς ἡμῶν οὐ κρινεῖς ἐν αὐτοῖς ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ᾿ ἡμᾶς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς ἀλλ᾿ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν

13  καὶ πᾶς Ἰούδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες

14  καὶ τῷ Ὀζιὴλ τῷ τοῦ Ζαχαρίου τῶν υἱῶν Βαναιοὺ τῶν υἱῶν Ἐλεὴλ τοῦ Μανθανιου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ἀσὰφ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα κυρίου ἐν τῇ ἐκκλησίᾳ

15  καὶ εἶπεν ἀκούσατε πᾶς Ἰοῦδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ καὶ βασιλεὺς Ἰωσαφὰτ τάδε λέγει κύριος ὑμῖν αὐτοῖς μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου ὅτι οὐχ ὑμῖν ἐστιν παράταξις ἀλλ᾿ τῷ θεῷ

16  αὔριον κατάβητε ἐπ᾿ αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ἀσας καὶ εὑρήσετε αὐτοὺς ἐπ᾿ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριὴλ

17  οὐχ ὑμῖν ἐστιν πολεμῆσαι ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ᾿ ὑμῶν Ἰοῦδα καὶ Ἱερουσαλὴμ μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς καὶ κύριος μεθ᾿ ὑμῶν

18  καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰοῦδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἔπεσαν ἔναντι κυρίου προσκυνῆσαι κυρίῳ

19  καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κορὲ αἰνεῖν κυρίῳ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος

20  καὶ ὤρθρισαν πρωῒ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωὲ καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ἰωσαφὰτ καὶ ἐβόησεν καὶ εἶπεν ἀκούσατέ μου Ἰοῦδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἐμπιστεύσατε ἐν κυρίῳ θεῷ ὑμῶν καὶ ἐμπιστευθήσεσθε ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ καὶ εὐοδωθήσεσθε

21  καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

22  καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηὶρ τοὺς ἐξελθόντας ἐπὶ Ιούδαν καὶ ἐτροπώθησαν

23  καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηὶρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηὶρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι

24  καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς οὐκ ἦν σῳζόμενος

25  καὶ ἦλθεν Ἰωσαφὰτ καὶ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοῖς καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα ὅτι πολλὰ ἦν

26  καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης

27  καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ἰοῦδα εἰς Ἱερουσαλὴμ καὶ Ἰωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν

28  καὶ εἰσῆλθον εἰς Ἱερουσαλὴμ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον κυρίου

29  καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ἰσραὴλ

30  καὶ εἰρήνευσεν βασιλεία Ἰωσαφὰτ καὶ κατέπαυσεν αὐτῷ θεὸς αὐτοῦ κυκλόθεν

31  καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ιούδαν ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβα θυγάτηρ Σαλι

32  καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσὰ καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον κυρίου

33  ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν καὶ ἔτι λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτῶν

34  καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰοὺ τοῦ Ἁνανὶ ὃς κατέγραψεν βιβλίον βασιλέων Ἰσραὴλ

35  καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ βασιλεὺς Ἰοῦδα πρὸς Ὀχοζιαν βασιλέα Ἰσραὴλ καὶ οὗτος ἠνόμησεν

36  ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θάρσις καὶ ἐποίησεν πλοῖα ἐν Γασιωνγαβὲρ

37  καὶ ἐπροφήτευσεν Ἐλιέζερ τοῦ Δωδία ἀπὸ Μαρισης ἐπὶ Ἰωσαφὰτ λέγων ὡς ἐφιλίασας τῷ Ὀχοζία ἔθραυσεν κύριος τὸ ἔργον σου καὶ συνετρίβη τὰ πλοῖά σου καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς Θάρσις




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era