Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 32

1  καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ιούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς

2  καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχηριμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἱερουσαλὴμ

3  καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἦν ἔξω τῆς πόλεως καὶ συνεπίσχυσαν αὐτῷ

4  καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ

5  καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά

6  καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν καὶ συνήχθησαν πρὸς αὐτὸν εἰς τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων

7  ἰσχύσατε καὶ ἀνδρίζεσθε μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ᾿ αὐτοῦ ὅτι μεθ᾿ ἡμῶν πλείονες μετ᾿ αὐτοῦ

8  μετ᾿ αὐτοῦ βραχίονες σάρκινοι μεθ᾿ ἡμῶν δὲ κύριος θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν καὶ κατεθάρσησεν λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰοῦδα

9  καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα στρατιὰ μετ᾿ αὐτοῦ καὶ ἀπέστειλεν πρὸς Ἐζεκιαν βασιλέα Ἰοῦδα καὶ πρὸς πάντα Ιούδαν τὸν ἐν Ἱερουσαλὴμ λέγων

10  οὕτως λέγει Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τίνι ὑμεῖς πεποίθατε καὶ κάθησθε ἐν τῇ περιοχῇ ἐν Ἱερουσαλὴμ

11  οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων κύριος θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσοὺρ

12  οὐχ οὗτός ἐστιν Ἐζεκίας ὃς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπεν τῷ Ἰοῦδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ λέγων κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ᾿ αὐτῷ θυμιάσετε

13  οὐ γνώσεσθε τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου

14  τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου ὅτι δυνήσεται θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου

15  νῦν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα καὶ μὴ πιστεύετε αὐτῷ ὅτι οὐ μὴ δύνηται θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου ὅτι θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου

16  καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ κύριον θεὸν καὶ ἐπὶ Ἐζεκιαν παῖδα αὐτοῦ

17  καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ἰσραὴλ καὶ εἶπεν περὶ αὐτοῦ λέγων ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτῶν ἐκ χειρός μου οὕτως οὐ μὴ ἐξέληται θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου

18  καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαϊστὶ ἐπὶ λαὸν Ἱερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν

19  καὶ ἐλάλησεν ἐπὶ θεὸν Ἱερουσαλὴμ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς ἔργα χειρῶν ἀνθρώπων

20  καὶ προσηύξατο Ἐζεκίας βασιλεὺς καὶ Ἐσαιας υἱὸς Ἀμὼς προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν

21  καὶ ἀπέστειλεν κύριος ἄγγελον καὶ ἐξέτριψεν πᾶν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσοὺρ καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ καὶ ἦλθεν εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ

22  καὶ ἔσωσεν κύριος Ἐζεκιαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν

23  καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκία βασιλεῖ Ἰοῦδα καὶ ὑπερήρθη κατ᾿ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα

24  ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας ἕως θανάτου καὶ προσηύξατο πρὸς κύριον καὶ ἐπήκουσεν αὐτοῦ καὶ σημεῖον ἔδωκεν αὐτῷ

25  καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Ἐζεκίας ἀλλὰ ὑψώθη καρδία αὐτοῦ καὶ ἐγένετο ἐπ᾿ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιούδαν καὶ Ἱερουσαλὴμ

26  καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ καὶ οὐκ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου

27  καὶ ἐγένετο τῷ Ἐζεκία πλοῦτος καὶ δόξα πολλὴ σφόδρα καὶ θησαυροὺς ἐποίησεν ἑαυτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ

28  καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια

29  καὶ πόλεις ἃς ᾠκοδόμησεν αὑτῷ καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος ὅτι ἔδωκεν αὐτῷ κύριος ἀποσκευὴν πολλὴν σφόδρα

30  αὐτὸς Ἐζεκίας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γιὼν τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυὶδ καὶ εὐοδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ

31  καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ᾿ αὐτοῦ τὸ τέρας ἐγένετο ἐπὶ τῆς γῆς καὶ ἐγκατέλιπεν αὐτὸν κύριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ

32  καὶ τὰ κατάλοιπα τῶν λόγων Ἐζεκίου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἐσαιου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰοῦδα καὶ Ἰσραὴλ

33  καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυὶδ καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰοῦδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ἐβασίλευσεν Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era