Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 27

1  υἱὸς εἴκοσι πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσα θυγάτηρ Σαδὼκ

2  καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ὀζίας πατὴρ αὐτοῦ ἀλλ᾿ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν κυρίου καὶ ἔτι λαὸς κατεφθείρετο

3  αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ Ὀφλὰ ᾠκοδόμησεν πολλά

4  καὶ πόλεις ᾠκοδόμησεν ἐν ὄρει Ἰοῦδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους

5  αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπ᾿ αὐτόν καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Ἀμμὼν κατ᾿ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Ἀμμὼν κατ᾿ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ

6  καὶ κατίσχυσεν Ἰωάθαμ ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι κυρίου θεοῦ αὐτοῦ

7  καὶ οἱ λοιποὶ λόγοι Ἰωάθαμ καὶ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰοῦδα καὶ Ἰσραὴλ

9  καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυὶδ καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era