Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 28

1  υἱὸς εἴκοσι ἐτῶν Ἄχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυὶδ πατὴρ αὐτοῦ

2  καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ἰσραὴλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν

3  καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραὴλ

4  καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

5  καὶ παρέδωκεν αὐτὸν κύριος θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην

6  καὶ ἀπέκτεινεν Φακεε τοῦ Ῥομελια βασιλεὺς Ἰσραὴλ ἐν Ἰοῦδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν

7  καὶ ἀπέκτεινεν Ἐζεκρι δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐσδρικὰμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ἐλκανὰ τὸν διάδοχον τοῦ βασιλέως

8  καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας γυναῖκας υἱοὺς καὶ θυγατέρας καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν

9  καὶ ἐκεῖ ἦν προφήτης τοῦ κυρίου Ὀδὴδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιούδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν

10  καὶ νῦν υἱοὺς Ἰοῦδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ᾿ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν

11  καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ᾿ ὑμῖν

12  καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραὶμ Οὐδια τοῦ Ἰωανου καὶ Βαραχιας τοῦ Μοσολαμωθ καὶ Ἐζεκίας τοῦ Σελλὴμ καὶ Ἀμασίας τοῦ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου

13  καὶ εἶπαν αὐτοῖς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ᾿ ἡμᾶς ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ἰσραὴλ

14  καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας

15  καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ἰεριχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν

16  ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Ἄχαζ πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ

17  καὶ ἐν τούτῳ ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰοῦδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν

18  καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ἰοῦδα καὶ ἔλαβον τὴν Βαιθσαμὺς καὶ τὴν Αἰλὼν καὶ τὴν Γαδηρὼθ καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ

19  ὅτι ἐταπείνωσεν κύριος τὸν Ιούδαν δι᾿ Ἄχαζ βασιλέα Ἰοῦδα ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου

20  καὶ ἦλθεν ἐπ᾿ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ἀσσοὺρ καὶ ἐπάταξεν αὐτόν

21  καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ἀσσοὺρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ

22  ἀλλ᾿ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν βασιλεύς

23  ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραὴλ

24  καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλὴμ

25  καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰοῦδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις καὶ παρώργισαν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν

26  καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰοῦδα καὶ Ἰσραὴλ

27  καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυὶδ ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era