Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 20

1  καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυαθ ἐν Ῥαμὰ καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν καὶ εἶπεν τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου

2  καὶ εἶπεν αὐτῷ Ἰωνάθαν μηδαμῶς σοὶ οὐ μὴ ἀποθάνῃς ἰδοὺ οὐ μὴ ποιήσῃ πατήρ μου ῥῆμα μέγα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου καὶ τί ὅτι κρύψει πατήρ μου τὸ ῥῆμα τοῦτο οὐκ ἔστιν τοῦτο

3  καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν καὶ εἶπεν γινώσκων οἶδεν πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου καὶ εἶπεν μὴ γνώτω τοῦτο Ἰωνάθαν μὴ οὐ βούληται ἀλλὰ ζῇ κύριος καὶ ζῇ ψυχή σου ὅτι καθὼς εἶπον ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου

4  καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ τί ἐπιθυμεῖ ψυχή σου καὶ τί ποιήσω σοὶ

5  καὶ εἶπεν Δαυὶδ πρὸς Ἰωνάθαν ἰδοὺ δὴ νεομηνία αὔριον καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ τοῦ βασιλέως φαγεῖν καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης

6  ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με πατήρ σου καὶ ἐρεῖς παραιτούμενος παρῃτήσατο ἀπ᾿ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ

7  ἐὰν τάδε εἴπῃ ἀγαθῶς εἰρήνη τῷ δούλῳ σου καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοὶ γνῶθι ὅτι συντετέλεσται κακία παρ᾿ αὐτοῦ

8  καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου θανάτωσόν με σύ καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με

9  καὶ εἶπεν Ἰωνάθαν μηδαμῶς σοὶ ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοὶ

10  καὶ εἶπεν Δαυὶδ πρὸς Ἰωνάθαν τίς ἀπαγγελεῖ μοι ἐὰν ἀποκριθῇ πατήρ σου σκληρῶς

11  καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ πορεύου καὶ μένε εἰς ἀγρόν καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν

12  καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ κύριος θεὸς Ἰσραὴλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἄν καιρὸς τρισσῶς καὶ ἰδοὺ ἀγαθὸν περὶ Δαυὶδ καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν

13  τάδε ποιήσαι θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σὲ καὶ ἀπελεύσῃ εἰς εἰρήνην καὶ ἔσται κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου

14  καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾿ ἐμοῦ καὶ ἐὰν θανάτῳ ἀποθάνω

15  οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς

16  ἐξαρθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυὶδ καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ Δαυὶδ

17  καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυὶδ ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν

18  καὶ εἶπεν Ἰωνάθαν αὔριον νουμηνία καὶ ἐπισκεπήσῃ ὅτι ἐπισκεπήσεται καθέδρα σου

19  καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ ἐκρύβης ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ καὶ καθήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο

20  καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν ἀματτάρι

21  καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων δεῦρο εὑρέ μοι τὴν σχίζαν ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ ὧδε σχίζα ἀπὸ σοῦ καὶ ὧδε λαβὲ αὐτήν παραγίνου ὅτι εἰρήνη σοὶ καὶ οὐκ ἔστιν λόγος ζῇ κύριος

22  ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ ὧδε σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα πορεύου ὅτι ἐξαπέσταλκέν σὲ κύριος

23  καὶ τὸ ῥῆμα ἐλαλήσαμεν ἐγὼ καὶ σύ ἰδοὺ κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος

24  καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ καὶ παραγίνεται μήν καὶ ἔρχεται βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν

25  καὶ ἐκάθισεν βασιλεὺς ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον καὶ προέφθασεν τὸν Ἰωνάθαν καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαοὺλ καὶ ἐπεσκέπη τόπος Δαυὶδ

26  καὶ οὐκ ἐλάλησεν Σαοὺλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι εἶπεν σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι ὅτι οὐ κεκαθάρισται

27  καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη τόπος τοῦ Δαυὶδ καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ τί ὅτι οὐ παραγέγονεν υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν

28  καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ παρῄτηται Δαυὶδ παρ᾿ ἐμοῦ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι

29  καὶ εἶπεν ἐξαπόστειλον δή με ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως

30  καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ υἱὲ κορασίων αὐτομολούντων οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου

31  ὅτι πάσας τὰς ἡμέρας ἃς υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται βασιλεία σου νῦν οὖν ἀποστείλας λαβὲ τὸν νεανίαν ὅτι υἱὸς θανάτου οὗτος

32  καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ ἵνα τί ἀποθνῄσκει τί πεποίηκεν

33  καὶ ἐπῆρεν Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυὶδ

34  καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυὶδ ὅτι συνετέλεσεν ἐπ᾿ αὐτὸν πατὴρ αὐτοῦ

35  καὶ ἐγενήθη πρωῒ καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυὶδ καὶ παιδάριον μικρὸν μετ᾿ αὐτοῦ

36  καὶ εἶπεν τῷ παιδαρίῳ δράμε εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν

37  καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωνάθαν καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν ἐκεῖ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα

38  καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων ταχύνας σπεῦσον καὶ μὴ στῇς καὶ ἀνέλεξεν τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ

39  καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν πάρεξ Ἰωνάθαν καὶ Δαυὶδ ἔγνωσαν τὸ ῥῆμα

40  καὶ Ἰωνάθαν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ πορεύου εἴσελθε εἰς τὴν πόλιν

41  καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης

42  καὶ εἶπεν Ἰωνάθαν πορεύου εἰς εἰρήνην καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι κυρίου λέγοντες κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era