Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 27

1  καὶ εἶπεν Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαοὺλ καὶ οὐκ ἔστιν μοι ἀγαθόν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραὴλ καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ

2  καὶ ἀνέστη Δαυὶδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς Ἀγχοὺς υἱὸν Ἀμμαχ βασιλέα Γέθ

3  καὶ ἐκάθισεν Δαυὶδ μετὰ Ἀγχοὺς ἐν Γὲθ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ οἶκος αὐτοῦ καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Ἀχιναὰμ Ἰεζραηλῖτις καὶ Ἀβιγαία γυνὴ Ναβὰλ τοῦ Καρμηλίου

4  καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγεν Δαυὶδ εἰς Γὲθ καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν

5  καὶ εἶπεν Δαυὶδ πρὸς Ἀγχοὺς εἰ δὴ εὕρηκεν δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ καὶ ἵνα τί κάθηται δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ

6  καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελὰκ διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης

7  καὶ ἐγενήθη ἀριθμὸς τῶν ἡμερῶν ὧν ἐκάθισεν Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας

8  καὶ ἀνέβαινεν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην καὶ ἰδοὺ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου

9  καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχοὺς

10  καὶ εἶπεν Ἀγχοὺς πρὸς Δαυὶδ ἐπὶ τίνα ἐπέθεσθε σήμερον καὶ εἶπεν Δαυὶδ πρὸς Ἀγχοὺς κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγα καὶ κατὰ νότον τοῦ Κενεζὶ

11  καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησεν τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες τάδε Δαυὶδ ποιεῖ καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων

12  καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ Ἀγχοὺς σφόδρα λέγων ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ἰσραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era