Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 14

1  καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν

2  καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες

3  καὶ Ἀχία υἱὸς Ἀχιτὼβ ἀδελφοῦ Ἰωχαβηδ υἱοῦ Φινεὲς υἱοῦ Ἠλὶ ἱερεὺς τοῦ θεοῦ ἐν Σηλὼμ αἴρων ἐφοὺδ καὶ λαὸς οὐκ ᾔδει ὅτι πορπεπόρευται Ἰωνάθαν

4  καὶ ἀνὰ μέσον τῆς διαβάσεως οὗ ἔντερα Ἰωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννὰ

5  ὁδὸς μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ὁδὸς ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεὲ

6  καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων εἴ τι ποιήσαι ἡμῖν κύριος ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἐν ὀλίγοις

7  καὶ εἶπεν αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ ποίει πᾶν ἐὰν καρδία σου ἐκκλίνῃ ἰδοὺ ἐγὼ μετὰ σοῦ ὡς καρδία σοῦ καρδία μοῦ

8  καὶ εἶπεν Ἰωνάθαν ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς

9  ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀπόστητε ἐκεῖ ἕως ἄν ἀπαγγείλωμεν ὑμῖν καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς

10  καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀνάβητε πρὸς ἡμᾶς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν τοῦτο ἡμῖν τὸ σημεῖον

11  καὶ εἰσῆλθον ἀμφότεροι εἰς μεσσαβ τῶν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ οἱ Ἐβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν οὗ ἐκρύβησαν ἐκεῖ

12  καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμᾶς καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ἰσραὴλ

13  καὶ ἀνέβη Ἰωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν καὶ ἐπάταξεν αὐτούς καὶ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ

14  καὶ ἐγενήθη πληγὴ πρώτη ἣν ἐπάταξεν Ἰωνάθαν καὶ αἴρων τὰ σκεύη αὐτοῦ ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου

15  καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ καὶ πᾶς λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν καὶ ἐθάμβησεν γῆ καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου

16  καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβεὲ Βενιαμὶν καὶ ἰδοὺ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν

17  καὶ εἶπεν Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πορπεπόρευται ἐξ ὑμῶν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ αἴρων τὰ σκεύη αὐτοῦ

18  καὶ εἶπεν Σαοὺλ τῷ Ἀχία προσάγαγε τὸ ἐφοὺδ ὅτι αὐτὸς ἦρεν τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραὴλ

19  καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα καὶ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν καὶ εἶπεν Σαοὺλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χεῖράς σου

20  καὶ ἀνεβόησεν Σαοὺλ καὶ πᾶς λαὸς μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ σύγχυσις μεγάλη σφόδρα

21  καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν

22  καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον

23  καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραὴλ καὶ πόλεμος διῆλθεν τὴν Βαιθὼν καὶ πᾶς λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν καὶ ἦν πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Ἐφραὶμ

24  καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πᾶς λαὸς ἄρτου

25  καὶ πᾶσα γῆ ἠρίστα καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ

26  καὶ εἰσῆλθεν λαὸς εἰς τὸν μελισσῶνα καὶ ἰδοὺ ἐπορεύετο λαλῶν καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ ὅτι ἐφοβήθη λαὸς τὸν ὅρκον κυρίου

27  καὶ Ἰωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ

28  καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ὁρκίσας ὥρκισεν πατήρ σου τὸν λαὸν λέγων ἐπικατάρατος ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον καὶ ἐξελύθη λαός

29  καὶ ἔγνω Ἰωνάθαν καὶ εἶπεν ἀπήλλαχεν πατήρ μου τὴν γῆν ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου

30  ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν ὅτι νῦν ἄν μείζων ἦν πληγὴ ἐν τοῖς ἀλλοφύλοις

31  καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμὰς καὶ ἐκοπίασεν λαὸς σφόδρα

32  καὶ ἐκλίθη λαὸς εἰς τὰ σκῦλα καὶ ἔλαβεν λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν καὶ ἤσθιεν λαὸς σὺν τῷ αἵματι

33  καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες ἡμάρτηκεν λαὸς τῷ κυρίῳ φαγὼν σὺν τῷ αἵματι καὶ εἶπεν Σαοὺλ ἐν Γεθθεμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν

34  καὶ εἶπεν Σαοὺλ διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι καὶ προσῆγεν πᾶς λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ

35  καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ κυρίῳ τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ

36  καὶ εἶπεν Σαοὺλ καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα καὶ εἶπαν πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει καὶ εἶπεν ἱερεύς προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν

37  καὶ ἐπηρώτησεν Σαοὺλ τὸν θεόν εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραὴλ καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ

38  καὶ εἶπεν Σαοὺλ προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἁμαρτία αὕτη σήμερον

39  ὅτι ζῇ κύριος σώσας τὸν Ἰσραὴλ ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου θανάτῳ ἀποθανεῖται καὶ οὐκ ἦν ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ

40  καὶ εἶπεν παντὶ Ἰσραὴλ ὑμεῖς ἔσεσθε εἰς δουλείαν καὶ ἐγὼ καὶ Ἰωνάθαν υἱός μου ἐσόμεθα εἰς δουλείαν καὶ εἶπεν λαὸς πρὸς Σαοὺλ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει

41  καὶ εἶπεν Σαοὺλ κύριε θεὸς Ἰσραὴλ τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον εἰ ἐν ἐμοὶ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἀδικία κύριε θεὸς Ἰσραὴλ δὸς δήλους καὶ ἐὰν τάδε εἴπῃς ἐν τῷ λαῷ σου Ἰσραὴλ δὸς δὴ ὁσιότητα καὶ κληροῦται Ἰωνάθαν καὶ Σαοὺλ καὶ λαὸς ἐξῆλθεν

42  καὶ εἶπεν Σαοὺλ βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ μου ὃν ἄν κατακληρώσηται κύριος ἀποθανέτω καὶ εἶπεν λαὸς πρὸς Σαοὺλ οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο καὶ κατεκράτησεν Σαοὺλ τοῦ λαοῦ καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ κατακληροῦται Ἰωνάθαν

43  καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωνάθαν ἀπάγγειλόν μοι τί πεποίηκας καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν καὶ εἶπεν γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι ἰδοὺ ἐγὼ ἀποθνῄσκω

44  καὶ εἶπεν αὐτῷ Σαοὺλ τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη ὅτι θανάτῳ ἀποθανῇ σήμερον

45  καὶ εἶπεν λαὸς πρὸς Σαοὺλ εἰ σήμερον θανατωθήσεται ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραὴλ ζῇ κύριος εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν ὅτι λαὸς τοῦ θεοῦ ἐποίησεν τὴν ἡμέραν ταύτην καὶ προσηύξατο λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἀπέθανεν

46  καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν

47  καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ Ἰσραὴλ καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς Ἀμμὼν καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους οὗ ἄν ἐστράφη ἐσῴζετο

48  καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Ἀμαλὴκ καὶ ἐξείλατο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν

49  καὶ ἦσαν υἱοὶ Σαοὺλ Ἰωνάθαν καὶ Ἰεσσιου καὶ Μελχισα καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ ὄνομα τῇ πρωτοτόκῳ Μεροβ καὶ ὄνομα τῇ δευτέρᾳ Μελχὸλ

50  καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινοὸμ θυγάτηρ Ἀχιμαὰς καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Ἀβεννὴρ υἱὸς Νὴρ υἱοῦ οἰκείου Σαοὺλ

51  καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμίν υἱοῦ Ἀβιὴλ

52  καὶ ἦν πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαοὺλ καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era