Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 3

1  καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ἠλὶ τοῦ ἱερέως καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν ὅρασις διαστέλλουσα

2  καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἠλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν

3  καὶ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ οὗ κιβωτὸς τοῦ θεοῦ

4  καὶ ἐκάλεσεν κύριος Σαμουὴλ Σαμουὴλ καὶ εἶπεν ἰδοὺ ἐγώ

5  καὶ ἔδραμεν πρὸς Ἠλὶ καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἶπεν οὐ κέκληκά σὲ ἀνάστρεφε κάθευδε καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν

6  καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουὴλ Σαμουὴλ καὶ ἐπορεύθη πρὸς Ἠλὶ τὸ δεύτερον καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἶπεν οὐ κέκληκά σὲ ἀνάστρεφε κάθευδε

7  καὶ Σαμουὴλ πρὶν γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου

8  καὶ προσέθετο κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἠλὶ καὶ εἶπεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ ἐσοφίσατο Ἠλὶ ὅτι κύριος κέκληκεν τὸ παιδάριον

9  καὶ εἶπεν ἀνάστρεφε κάθευδε τέκνον καὶ ἔσται ἐὰν καλέσῃ σὲ καὶ ἐρεῖς λάλει κύριε ὅτι ἀκούει δοῦλός σου καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ

10  καὶ ἦλθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ καὶ εἶπεν Σαμουὴλ λάλει ὅτι ἀκούει δοῦλός σου

11  καὶ εἶπεν κύριος πρὸς Σαμουὴλ ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραὴλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ

12  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ ἄρξομαι καὶ ἐπιτελέσω

13  καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ᾿ οὕτως

14  ὤμοσα τῷ οἴκῳ Ἠλὶ εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἠλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος

15  καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ καὶ ὤρθρισεν τὸ πρωῒ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ἠλὶ

16  καὶ εἶπεν Ἠλὶ πρὸς Σαμουὴλ Σαμουὴλ τέκνον καὶ εἶπεν ἰδοὺ ἐγώ

17  καὶ εἶπεν τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ τάδε ποιήσαι σοὶ θεὸς καὶ τάδε προσθείη ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοὶ ἐν τοῖς ὠσίν σου

18  καὶ ἀπήγγειλεν Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ καὶ εἶπεν Ἠλὶ κύριος αὐτός τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει

19  καὶ ἐμεγαλύνθη Σαμουὴλ καὶ ἦν κύριος μετ᾿ αὐτοῦ καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν

20  καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ κυρίῳ

21  καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλὼμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουὴλ καὶ ἐπιστεύθη Σαμουὴλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ Ἠλὶ πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι πορἐπορεύοντο καὶ πονηρὰ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era