Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 15

1  καὶ εἶπεν Σαμουὴλ πρὸς Σαοὺλ ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σὲ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου

2  τάδε εἶπεν κύριος σαβαὼθ νῦν ἐκδικήσω ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραὴλ ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου

3  καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἰεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου

4  καὶ παρήγγειλεν Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων

5  καὶ ἦλθεν Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ

6  καὶ εἶπεν Σαοὺλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκίτου μὴ προσθῶ σὲ μετ᾿ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν Κιναῖος ἐκ μέσου Ἀμαλὴκ

7  καὶ ἐπάταξεν Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐιλάτ ἕως Σούρ ἐπὶ προσώπου Αἰγύπτου

8  καὶ συνέλαβεν τὸν Ἀγαγ βασιλέα Ἀμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν Ἰεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας

9  καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς λαὸς τὸν Ἀγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν

10  καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουὴλ λέγων

11  παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουὴλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα

12  καὶ ὤρθρισεν Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ πρωί καὶ ἀπηγγέλη τῷ Σαμουὴλ λέγοντες ἥκει Σαοὺλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλὰ πρὸς Σαοὺλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλὴκ

13  καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαοὺλ καὶ εἶπεν αὐτῷ Σαοὺλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος

14  καὶ εἶπεν Σαμουὴλ καὶ τίς φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω

15  καὶ εἶπεν Σαοὺλ ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά περιεποιήσατο λαός τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα

16  καὶ εἶπεν Σαμουὴλ πρὸς Σαοὺλ ἄνες καὶ ἀπαγγελῶ σοὶ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον

17  καὶ εἶπεν Σαμουὴλ πρὸς Σαοὺλ οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ἰσραὴλ καὶ ἔχρισέν σὲ κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ

18  καὶ ἀπέστειλέν σὲ κύριος ἐν ὁδῷ καὶ εἶπέν σοὶ πορπορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Ἀμαλὴκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς

19  καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου

20  καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Ἀγαγ βασιλέα Ἀμαλὴκ καὶ τὸν Ἀμαλὴκ ἐξωλέθρευσα

21  καὶ ἔλαβεν λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγάλοις

22  καὶ εἶπεν Σαμουὴλ εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν

23  ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σὲ κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ

24  καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν

25  καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου

26  καὶ εἶπεν Σαμουὴλ πρὸς Σαοὺλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σὲ κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραὴλ

27  καὶ ἀπέστρεψεν Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν καὶ ἐκράτησεν Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό

28  καὶ εἶπεν πρὸς αὐτὸν Σαμουὴλ διέρρηξεν κύριος τὴν βασιλείαν Ἰσραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ

29  καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός

30  καὶ εἶπεν Σαοὺλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου

31  καὶ ἀνέστρεψεν Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησεν τῷ κυρίῳ

32  καὶ εἶπεν Σαμουὴλ προσαγάγετέ μοι τὸν Ἀγαγ βασιλέα Ἀμαλὴκ καὶ προσῆλθεν πρὸς αὐτὸν Ἀγαγ τρέμων καὶ εἶπεν Ἀγαγ εἰ οὕτως πικρὸς θάνατος

33  καὶ εἶπεν Σαμουὴλ πρὸς Ἀγαγ καθότι ἠτέκνωσεν γυναῖκας ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν μήτηρ σου καὶ ἔσφαξεν Σαμουὴλ τὸν Ἀγαγ ἐνώπιον κυρίου ἐν Γαλγὰλ

34  καὶ ἀπῆλθεν Σαμουὴλ εἰς Ἀρμαθαὶμ καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαὰ

35  καὶ οὐ προσέθετο Σαμουὴλ ἔτι ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαοὺλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαοὺλ ἐπὶ Ἰσραὴλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era