Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 12

1  Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σωκλάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ 2  καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμὶν 3  ἄρχων Ἀχιεζὲρ καὶ Ἰωὰς υἱὸς Ἀσμὰ τοῦ Γεβωθίτου καὶ Ἰωὴλ καὶ Ἰωφαλὴτ υἱοὶ Ἀσμὼθ καὶ Βερχία καὶ Ἰηοὺλ Ἀναθωθὶ 4  καὶ Σαμαιὰς Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα 5  Ἰερμιὰς καὶ Ἰεζιὴλ καὶ Ἰωανὰν καὶ Ἰωζαβὰδ Γαδαραθί, 6  Ἐλιαζαὶ καὶ Ἰαριμοὺθ καὶ Βααλία καὶ Σαμαρία καὶ Σαφατία Χαραιφί, 7  Ἠλκανὰ καὶ Ἰησουνὶ καὶ Ὀζριὴλ καὶ Ἰωαζὰρ καὶ Ιεσβοὰμ οἱ Κορῖται 8  καὶ Ἐλία καὶ Ζαβαδία υἱοὶ Ἰραὰμ υἱοὶ τοῦ Γεδώρ.

9  καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· 10  Ἀζὲρ ἄρχων, Άβδία δεύτερος, Ἐλιὰβ τρίτος, 11  Μασεμαννὴ τέταρτος, Ἰερμία πέμπτος, 12  Ἐθθὶ ἕκτος, Ἐλιὰβ ἕβδομος, 13  Ἰωανὰν ὄγδοος, Ἐλιαζὲρ ἔνατος, 14  Ἰερμία δέκατος, Μαχαβανναὶ ἑνδέκατος. 15  οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. 16  οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.

17  καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ Ἰοῦδα εἰς βοήθειαν τοῦ Δαυίδ, 18  καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο. 19  καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ λαός σου, Δαυὶδ υἱὸς Ἰεσσαί· εἰρήνη εἰρήνη σοὶ, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοὶ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

20  καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ· 21  ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ Ἐδνὰ καὶ Ἰωζαβὰθ καὶ Ἰωδιὴλ καὶ Μιχαὴλ καὶ Ἰωσαβὲθ καὶ Ἐλιμοὺθ καὶ Σελαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσῆ. 22  καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν Γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει· 23  ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.

24  Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου. 25  υἱοὶ Ἰοῦδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. 26  τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. 27  τῶν υἱῶν Λευὶ τετρακισχίλιοι ἑξακόσιοι· 28  καὶ Ἰωαδαὲ ἡγούμενος τῷ Ἀαρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι· 29  καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο. 30  καὶ ἐκ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. 31  καὶ ἀπὸ υἱῶν Ἐφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν. 32  καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δέκα ὀκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ. 33  καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν. 34  καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως.1 35  καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες. 36  καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. 37  καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες. 38  καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.

39  πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ. 40  καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν. 41  καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσαχὰρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era