Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 11

1  Καὶ ἦλθεν πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2  καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως σὺ ἦσθα ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν κύριος θεός σου σοὶ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ. 3  καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουήλ.

4  Καὶ ἐπορεύθη βασιλεὺς καὶ ἄνδρες Ἰσραὴλ εἰς Ἱερουσαλὴμ (αὕτη Ἰεβούς), καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν. 5  εἶπαν δὲ οἱ κατοικοῦντες Ἰεβοὺς τῷ Δαυὶδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη πόλις Δαυίδ). 6  καὶ εἶπεν Δαυὶδ Πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουία καὶ ἐγένετο εἰς ἄρχοντα. 7  καὶ ἐκάθισεν Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν πόλιν Δαυίδ· 8  καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν. 9  καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.

10  Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ἰσραήλ· 11  καὶ οὗτος ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβαὰλ υἱὸς Ἀχαμάνι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

12  καὶ μετ᾿ αὐτὸν Ἐλεαζὰρ υἱὸς Δωδαὶ Ἀχωχί, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς. 13  οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· 14  καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.

15  καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων· 16  καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεέμ. 17  καὶ ἐπεθύμησεν Δαυὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεὲμ τοῦ ἐν τῇ πύλῃ; 18  καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησεν Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 19  καὶ εἶπεν Ἵλεώς μοι θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

20  Καὶ Ἀβεσσὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, 21  ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.

22  καὶ Βαναίας υἱὸς Ἰωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξεν τοὺς δύο ἀριὴλ Μωὰβ · καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος· 23  καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24  ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· 25  ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

26  Καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδὼ ἐκ Βαιθλαέμ, 27  Σαμμὼθ Ἀδί, Χελλὴς Φελωνί, 28  Ὠραὶ υἱὸς Ἐκκὴς Θεκωί, Αβιεζὲρ Ἀναθωθί, 29  Σοβοχαὶ Ἀσωθί, Ἠλὶ Ἀχωί, 30  Μοοραὶ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ Νετωφαθί, 31  Ἀιθὶ υἱὸς Ῥιβαὶ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας Φαραθωνί, 32  Οὐρὶ ἐκ Ναχαλιγαάς, Ἀβιὴλ Γαραβεθθί, 33  Ἀζμὼθ Βεερμί, Ἐλιαβὰ Σαλαβωνί, 34  Βενναιάς, Ὀσὸμ Γεννουνί, Ἰωνάθαν υἱὸς Σωλὰ Ἀραρί, 35  Ἀχὶμ υἱὸς Σαχὰρ Ἀραρί, Ἐλφὰλ υἱὸς Οὔρ, 36  Ὀφὰρ Μοχοραθί, Ἀχία Φελωνί, 37  Ἐσεραὶ Χαρμαλί, Νααραὶ υἱὸς Ἀζωβαί, 38  Ἰωὴλ ἀδελφὸς Νάθαν, Μεβαὰρ υἱὸς Ἀγαρί, 39  Σελὴκ Ἀμμωνί, Ναχὼρ Βερθὶ αἴρων σκεύη Ἰωὰβ υἱοῦ Σαρουία, 40  Ἰρὰ Ἰεθηρί, Γαρὴβ Ἰεθηρί, 41  Ὀυριὰς Χεττί, Ζαβὲτ υἱὸς Ἀχλία, 42  Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων καὶ ἐπ᾿ αὐτῷ τριάκοντα, 43  Ἀνὰν υἱὸς Μοωχὰ καὶ Ἰωσαφὰτ Βαιθανί, 44  Οζιὰ Ἀσταρωθί, Σαμμὰ καὶ Ἰεϊὴλ υἱοὶ Χωθὰν τοῦ Ἀραρί, 45  Ἰεδιὴλ υἱὸς Σαμερὶ καὶ Ἰωαζαὲ ἀδελφὸς αὐτοῦ Ἰεασί, 46  Ἐλιὴλ Μιὶ καὶ Ἰαριβὶ καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλναὰμ καὶ Ἰεθεμὰ Μωαβίτης, 47  Ἀλιὴλ καὶ Ὠβὴδ καὶ Ἰεσιὴλ Μισαβία.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era