Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 4

1  Καὶ υἱοὶ Ἰοῦδα· Φαρές, Ἁρσὼν καὶ Χαρμὶ καὶ Ὤρ, Σουβὰλ 2  καὶ Ῥαιὰ υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησεν τὸν Ἰέθ, καὶ Ἰὲθ ἐγέννησεν τὸν Ἀχιμὶ καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί. 3  καὶ οὗτοι υἱοὶ Αἰτάμ· Ἰεζραὴλ καὶ Ῥαγμὰ καὶ Ἰαβάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἐσηλεββών. 4  καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὠσάν. οὗτοι υἱοὶ Ὤρ τοῦ πρωτοτόκου Ἐφραθᾶ πατρὸς Βαιθλαέμ. 5  καὶ τῷ Σαοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά. 6  καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαζὰμ καὶ τὸν Ἠφὰδ καὶ τὸν Θαιμὰν καὶ τὸν Ἀσθηράν· πάντες οὗτοι υἱοὶ Ἀωδάς. 7  καὶ υἱοὶ Θοαδά· Σαρὲθ καὶ Σαὰρ καὶ Ἐθνάν. 8  καὶ Κὼς ἐγέννησεν τὸν Ἐνὼβ καὶ τὸν Σαβηβά. καὶ γεννήσεις ἀδελφοῦ Ῥηχὰβ υἱοῦ Ἰαρίμ. 9  καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα ἔτεκον ὡς γαβής. 10  καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν θεὸν Ἰσραὴλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν θεὸς πάντα, ὅσα ᾐτήσατο. 11  καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησεν τὸν Μαχίρ· οὗτος πατὴρ Ἀσσαθών. 12  καὶ Ἀσσαθὼν ἐγέννησεν τὸν Βαθρεφὰν καὶ τὸν Φεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναὰς ἀδελφοῦ Ἐσελὼν τοῦ Κενεζί· οὗτοι ἄνδρες Ῥηφά. 13  καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραιά. καὶ υἱοὶ Γοθονιήλ· Ἀθάθ. 14  καὶ Μαναθὶ ἐγέννησεν τὸν Γοφερά. καὶ Σαραιὰ ἐγέννησεν τὸν Ἰωὰβ πατέρα Ἀγεαδδαίρ, ὅτι τέκτονες ἦσαν. 15  καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἠρά, Ἀλὰ καὶ Νοόμ. καὶ υἱοὶ Ἀλά· Κενέζ. 16  καὶ υἱὸς αὐτοῦ Γεσεήλ, Ἀμηαχὶ καὶ Ζαφὰ καὶ Ζαιρὰ καὶ Ἐσεραήλ. 17  καὶ υἱοὶ Ἐσρί· Ἰεθέὲρ, Μωρὰδ καὶ Ἀφὲρ καὶ Ἰαλών. καὶ ἐγέννησεν Ἰεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαὶ καὶ τὸν Μαρὲθ πατέρα Ἐσθεμών. 18  καὶ γυνὴ αὐτοῦ (αὕτη Ἀδιά) ἔτεκεν τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἀβὲρ πατέρα Σωχὼν καὶ τὸν Ἰεκθιὴλ πατέρα Ζανώ· καὶ οὗτοι υἱοὶ Γελιὰ θυγατρὸς Φαραώ, ἣν ἔλαβεν Μωρήδ. 19  καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουιὰς ἀδελφῆς Ναχέμ. καὶ Δαλιὰ πατὴρ Κεϊλά, καὶ Σεμειὼν πατὴρ Ἰωμάν. καὶ υἱοὶ Ναὴμ πατρὸς Κεϊλά· Ἀγαρμὶ καὶ Ἐσθεμωὴ Μαχαθί. 20  καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ῥανά, υἱὸς Ἀνὰν καὶ Θιλών. καὶ υἱοὶ Ἰσεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάθ.

21  Υἱοὶ Σηλὼμ υἱοῦ Ἰοῦδα· Ἢρ πατὴρ Ληχὰβ καὶ Λααδὰ πατὴρ Μαρησὰ καὶ γενέσεις οἰκίων ἐφραθαβὰκ τῷ οἴκῳ Ἑσοβά, 22  καὶ Ίωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ Ἰωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς Ἀβεδηρὶν Ἀθουκιΐμ. 23  οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταῒμ καὶ Γαδηρά· μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.

24  Υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμίν, Ἰαρίβ, Ζαρέ, Σαούλ· 25  Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, 26  Ἀμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεῒ υἱὸς αὐτοῦ. 27  καὶ τῷ Σεμεῒ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰοῦδα. 28  καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδὰ καὶ Ἐσηρσουὰλ 29  καὶ ἐν Βαλαὰ καὶ Βοασὸμ καὶ Θοθλὰδ 30  καὶ Βαθουὴλ καὶ Ἑρμὰ καὶ Σεκλὰγ 31  καὶ Βαιθμαρχαβὼθ καὶ ἥμισυ Σωσὶμ καὶ οἶκον Βαρουμσεωρίμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ. 32  καὶ ἐπαύλεις αὐτῶν Αἰτὰμ καὶ Ἠνρεμμὼν καὶ Θοκκὰν καὶ Αισάν, πόλεις πέντε. 33  καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη κατάσχεσις αὐτῶν καὶ καταλοχισμὸς αὐτῶν.

34  καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσία υἱὸς Ἀμασία 35  καὶ Ἰωὴλ (καὶ οὗτος υἱὸς Ἰσαβία), υἱὸς Σαραιά, υἱὸς Ἀσιὴλ 36  καὶ Ἐλιωηναὶ καὶ Ἰακαβὰ καὶ Ἰασουία καὶ Ἀσαία καὶ Ἐδιὴλ καὶ Ἰσμαὴλ καὶ Βαναία 37  καὶ Ζουζὰ υἱὸς Σεφεῒ υἱοῦ Ἀλλὼν υἱοῦ Ἰεδία υἱοῦ Σαμαρὶ υἱοῦ Σαμαίου. 38  οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος. 39  καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρὰ ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· 40  καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. 41  καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Ἐζεκίου βασιλέως Ἰοῦδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. 42  καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττία καὶ Νωαδία καὶ Ῥαφαία καὶ Ὀζιὴλ υἱοὶ Ἰεσὶ ἄρχοντες αὐτῶν· 43  καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Ἀμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era