I Chronicles

Παραλειπομένων Α'

Chapter 10

1  Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ. 2  καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ. 3  καὶ ἐβαρύνθη πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων. 4  καὶ εἶπεν Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβεν Σαοὺλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. 5  καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαούλ, καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. 6  καὶ ἀπέθανεν Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν. 7  καὶ εἶδεν πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραὴλ καὶ ὅτι ἀπέθανεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.

8  καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ. 9  καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ· 10  καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών. 11  καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἐποίησαν ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τῷ Ἰσραήλ. 12  καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ιαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.

13  καὶ ἀπέθανεν Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησεν τῷ κυρίῳ, κατὰ τὸν λόγον κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησεν Σαοὺλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ προφήτης· 14  καὶ οὐκ ἐζήτησεν κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ Ἰεσσαί.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era