I Chronicles

Παραλειπομένων Α'

Chapter 9

1  Καὶ πᾶς Ἰσραήλ, συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰοῦδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. 2  καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.

3  Καὶ ἐν Ἱερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ἰοῦδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν Ἐφραὶμ καὶ Μανασσῆ· 4  Γωθὶ υἱὸς Ἀμμιοὺδ υἱοῦ Ἀμρὶ υἱοῦ υἱῶν Φαρὲς υἱοῦ Ἰοῦδα. 5  καὶ ἐκ τῶν Σηλωνὶ Ἀσαία πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ. 6  ἐκ τῶν υἱῶν Ζαρά· Ἰεϊὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. 7  καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ Ὠδουία υἱοῦ Σαναὰ 8  καὶ Ἰβαναὰ υἱὸς Ἰραάμ, καὶ οὗτοι υἱοὶ Ὀζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ῥαγουὴλ υἱοῦ Βαναία 9  καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.

10  Καὶ ἀπὸ τῶν ἱερέων Ἰωδαὲ καὶ Ἰωαρὶμ καὶ Ἰαχὶν 11  καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραιὼθ υἱοῦ Ἀχιτὼβ ἡγούμενος οἴκου τοῦ θεοῦ 12  καὶ Ἀδαιὰ υἱὸς Ἰραὰμ υἱοῦ Πασχὼρ υἱοῦ Μαλχία καὶ Μαασαιὰ υἱὸς Ἀδιὴλ υἱοῦ Ἰεδιοὺ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμμὴρ 13  καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ.

14  Καὶ ἐκ τῶν Λευιτῶν· Σαμαία υἱὸς Ἀσὼβ υἱοῦ Ἐσρικὰμ υἱοῦ Ἀσαβία ἐκ τῶν υἱῶν Μεραρὶ 15  καὶ Βακβακὰρ καὶ Ἀρὴς καὶ Γαλὰλ καὶ Μανθανιὰς υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ Ἀσὰφ 16  καὶ Άβδία υἱὸς Σαμία υἱοῦ Γαλὰλ υἱοῦ Ἰδιθὼν καὶ Βαραχιὰ υἱὸς Ὀσσὰ υἱοῦ Ἠλκανὰ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί.

17  οἱ πυλωροί Σαλὼμ καὶ Ἀκοὺβ καὶ Ταλμὰν καὶ Αἱμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ἄρχων· 18  καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί. 19  καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορὲ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον. 20  καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ᾿ αὐτοῦ. 21  Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22  πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυὶδ καὶ Σαμουὴλ βλέπων τῇ πίστει αὐτῶν. 23  καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. 24  κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ᾿ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. 25  καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων· 26  ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ 27 . καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβάλλουσιν, ὅτι ἐπ᾿ αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

28  καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά. 29  καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. 30  καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. 31  καὶ Ματταθιὰς ἐκ τῶν Λευιτῶν (οὗτος πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32  καὶ Βαναίας Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.

33  καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις· 34  οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.

35  Καὶ ἐν Γαβαὼν κατῴκησεν πατὴρ Γαβαὼν Ἰεϊήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά· 36  καὶ υἱὸς αὐτοῦ πρωτότοκος Ἀβαδὼν καὶ Σὶρ καὶ Κὶς καὶ Βάαλ καὶ Νὴρ καὶ Ναδὰβ 37  καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζαχαρία καὶ Μακελλώθ. 38  καὶ Μακελλὼθ ἐγέννησεν τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.

39  Καὶ Νὴρ ἐγέννησεν τὸν Κίς, καὶ Κὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἰσβαάλ. 40  καὶ υἱὸς Ἰωνάθαν Μαριβαάλ, καὶ Μαριβαὰλ ἐγέννησεν τὸν Μιχά. 41  καὶ υἱοὶ Μιχά· Φαιθὼν καὶ Μαλὰχ καὶ Θαράχ. 42  καὶ Ἄχαζ ἐγέννησεν τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησεν τὸν Μασά, 43  καὶ Μασὰ ἐγέννησεν τὸν Βαανά, Ῥαφαία υἱὸς αὐτοῦ, Ἐλεασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ. 44  καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐσδρικὰμ πρωτότοκος αὐτοῦ, Ἰσμαὴλ καὶ Σαρία καὶ Άβδία καὶ Ἀνάν· οὗτοι υἱοὶ Ἐσήλ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era