Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 5

1  Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ ὅτι οὗτος πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια· 2  ὅτι Ἰούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ εὐλογία τοῦ Ἰωσήφ. 3  υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ καὶ Φαλλοὺς, Ἁρσὼν καὶ Χαρμί. 4  υἱοὶ Ἰωήλ· Σεμεῒ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ· 5  υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Βάαλ, 6  υἱὸς αὐτοῦ Βεηρά, ὃν μετῴκισεν Θαγλάθ-φαλνασὰρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβὴν. 7  καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν ἄρχων· Ἰωὴλ καὶ Ζαχαρία 8  καὶ Βαλὲκ υἱὸς Ὀζοὺζ υἱὸς Σαμὰ υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροήρ καὶ ἐπὶ Ναβαὺ καὶ Βεελμαὼν 9  καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ. 10  καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ᾿ ἀνατολὰς τῆς Γαλαάδ.

11  Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασὰν ἕως Σελχά. 12  Ἰωὴλ πρωτότοκος, καὶ Σαφὰμ δεύτερος, καὶ Ίανὶ γραμματεὺς ἐν Βασάν. 13  καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ Ἱωρεὲ καὶ Ἰαχὰν καὶ Ζουὲ καὶ Ὠβήδ, ἑπτά. 14  οὗτοι υἱοὶ Ἀβιχαὶλ υἱοῦ Οὐρὶ υἱοῦ Ἰδαὶ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ Ἰσαὶ υἱοῦ Ἰουρὶ υἱοῦ Ζαβουχὰμ 15  υἱοῦ Ἀβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν. 16  κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου. 17  πάντων καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰοῦδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ.

18  Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. 19  καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν, καὶ Ἰτουραίων, καὶ Ναφισαίων, καὶ Ναδαβαίων, 20  καὶ κατίσχυσαν ἐπ᾿ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν. 21  καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· 22  ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ πόλεμος. καὶ κατῴκησαν ἀντ᾿ αὐτῶν ἕως τῆς μετοικεσίας.

23  Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βααλερμὼν καὶ Σανὶρ καὶ ὄρος Ἀερμῶν· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. 24  καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Οφὲρ καὶ Ἰσεῒ καὶ Ἐλιὴλ καὶ Ἐσδριὴλ καὶ Ἰερμία καὶ Ὠδουία καὶ Ἰεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.

25  Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς, οὓς ἐξῆρεν θεὸς ἀπὸ προσώπου αὐτῶν. 26  καὶ ἐπήγειρεν θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσούρ, καὶ τὸ πνεῦμα Θαγλάθ-φαλνασὰρ βασιλέως Ἀσσοὺρ καὶ μετῴκισεν τὸν Ῥουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era