Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 25

1  Καὶ ἔστησεν Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδιθὼν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν· 2  υἱοὶ Ἀσὰφ Ζακχοὺρ καὶ Ἰωσὴφ καὶ Ναθανιὰς καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι Ἀσὰφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως. 3  τῷ Ἰδιθὼν υἱοὶ Ἰδιθών· Γοδολία καὶ Σουρὶ καὶ Ἰσαία καὶ Σεμεῒ καὶ Ἀσαβία καὶ Ματταθιάς, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθὼν ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ. 4  τῷ Αιμανὶ υἱοὶ Αἱμάν· Βουκιὰς καὶ Μανθανιὰς καὶ Ἀζαραὴλ καὶ Σουβαὴλ καὶ Ἰεριμὼθ καὶ Ἀνανίας καὶ Ἁνανὶ καὶ Ἠλιαθὰ καὶ Γοδολλαθὶ καὶ Ῥωμεμθι-ὼδ καὶ Ἰεσβακασὰ καὶ Μαλληθὶ καὶ Ὠθηρὶ καὶ Μεαζώθ· 5  πάντες οὗτοι υἱοὶ τῷ Αἱμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν ὁ θεὸς τῷ Αἱμὰν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς. 6  πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ἀσὰφ καὶ Ἰδιθὼν καὶ Αιμανί. 7  καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. 8  καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

9  καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολία· ὁ δεύτερος Ἠνία, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ, δέκα δύο· 10  ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 11  ὁ τέταρτος Ἰεσδρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 12  ὁ πέμπτος Ναθανιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 13  ὁ ἕκτος Βουκιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 14  ὁ ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 15  ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 16  ὁ ἔνατος Μανθανιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 17  ὁ δέκατος Σεμεΐ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 18  ὁ ἑνδέκατος Ἀζαρία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 19  ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 20  ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 21  ὁ τεσσαρεσκαιδέκατος Ματταθιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 22  ὁ πεντεκαιδέκατος Ἰεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 23  ὁ ἑκκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 24  ὁ ἑπτακαιδέκατος Ἰεσβακασά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 25  ὁ ὀκτωκαιδέκατος Ἁνανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο · 26  ὁ ἐννεακαιδέκατος Μελληθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 27  ὁ εἰκοστὸς Ἐλιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 28  ὁ εἰκοστὸς πρῶτος Ἠθίρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 29  ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 30  ὁ τρίτος καὶ εἰκοστὸς Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 31  ὁ τέταρτος καὶ εἰκοστὸς Ῥωμεμθι-ώδ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era