Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 15

1  Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ· καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.

2  Τότε εἶπεν Δαυὶδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ᾿ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. 3  καὶ ἐξεκκλησίασεν Δαυὶδ τὸν πάντα Ἰσραὴλ εἰς Ἱερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ. 4  καὶ συνήγαγεν Δαυὶδ τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευίτας. 5  τῶν υἱῶν Καάθ· Ὀυριὴλ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι. 6  τῶν υἱῶν Μεραρί· Ἀσαία ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι πεντήκοντα. 7  τῶν υἱῶν Γηρσάμ· Ἰωὴλ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν πεντήκοντα. 8  τῶν υἱῶν Ἐλισαφάν· Σαμαιὰς ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι. 9  τῶν υἱῶν Χεβρών· Ἐλιὴλ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα. 10  τῶν υἱῶν Ὀζιήλ· Ἀμιναδὰβ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δέκα δύο.

11  καὶ ἐκάλεσεν Δαυὶδ τὸν Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, τὸν Ὀυριήλ, Ἀσαία, Ἰωήλ, Σαμαιάν, Ἐλιήλ, Ἀμιναδάβ, 12  καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ οὗ ἡτοίμασα αὐτῇ· 13  ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν θεὸς ἡμῶν, ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι. 14  καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ἰσραήλ. 15  καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς.

16  καὶ εἶπεν Δαυὶδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. 17  καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἱμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχιά, καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου. 18  καὶ μετ᾿ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας καὶ Ὀζιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰεϊὴλ καὶ Ὠνὶ καὶ Ἐλιὰβ καὶ Βαναία καὶ Μαασαιὰ καὶ Ματταθία καὶ Ελιφαλία καὶ Μακενία καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας, οἱ πυλωροί. 19  καὶ οἱ ψαλτῳδοί· Αἱμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· 20  Ζαχαρίας καὶ Ὀζιήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ὠνί, Ἐλιάβ, Μαασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ· 21  καὶ Ματταθιὰς καὶ Ἐλιφαλίας καὶ Μακενίας καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ καὶ Ὀζίας ἐν κινύραις ἀμασενίθ τοῦ ἐνισχῦσαι. 22  καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. 23  καὶ Βαραχιὰ καὶ Ἠλκανὰ πυλωροὶ τῆς κιβωτοῦ. 24  καὶ Σοβνία καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαὶ καὶ Ζαχαρία καὶ Βαναὶ καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰία πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.

25  Καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Ἀβδεδὸμ ἐν εὐφροσύνῃ. 26  καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 27  καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη. 28  καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις.

29  καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ θυγάτηρ Σαοὺλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era