I Chronicles

Παραλειπομένων Α'

Chapter 27

1  Καὶ υἱοὶ Ἰσραὴλ κατ᾿ ἀριθμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.

2  καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοὰμ τοῦ Ζαβδιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες· 3  ἀπὸ τῶν υἱῶν Φαρὲς ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. 4  καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδία Εχωχί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως. 5  τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας τοῦ Ἰωδαὲ ἱερεὺς ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες· 6  αὐτὸς Βαναίας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβὰθ υἱὸς αὐτοῦ. 7  τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ καὶ Ζαβδιὰς υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 8  πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ἡγούμενος Σαμαὼθ Ἰεσραέ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες. 9  ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουιὰς τοῦ Ἐκκὴς Θεκωίτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 10  ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλὴς ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 11  ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ Ἰσαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 12  ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζὲρ ἐξ Ἀναθὼθ ἐκ γῆς Βενιαμίν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 13  δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ἐκ Νετουφὰτ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 14  ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 15  δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαὶ Νετωφατὶ τῷ Γοθονιὴλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

16  Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ· τῷ Ῥουβὴν ἡγούμενος Ἐλιέζερ τοῦ Ζεχρί, τῷ Συμεὼν Σαφατιὰς τοῦ Μααχά, 17  τῷ Λευὶ Ἀσαβιὰς τοῦ Καμουήλ, τῷ Ἀαρὼν Σαδώκ, 18  τῷ Ἰοῦδα Ἐλιὰβ τῶν ἀδελφῶν Δαυίδ, τῷ Ἰσσαχὰρ Ἀμβρὶ τοῦ Μιχαήλ, 19  τῷ Ζαβουλὼν Σαμαιὰς τοῦ Ἀβδὶου, τῷ Νεφθαλὶ Ἰεριμὼθ τοῦ Ἐσριήλ, 20  τῷ Ἐφραὶμ Ὠσὴ τοῦ Ὀζίου, τῷ ἡμίσει φυλῆς Μανασσῆ Ἰωὴλ τοῦ Φαδαιά, 21  τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν τῇ Γαλαὰδ Ἰαδδαὶ τοῦ Ζαβδίου, τοῖς υἱοῖς Βενιαμὶν Ἀσιὴλ τοῦ Ἀβεννήρ, 22  τῷ Δὰν Ἀζαραὴλ τοῦ Ἰωράμ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ. 23  καὶ οὐκ ἔλαβεν Δαυὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ἰσραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. 24  καὶ Ἰωὰβ τοῦ Σαρουία ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυίδ.

25  Καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ τοῦ Ωδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωνάθαν τοῦ Ὀζίου. 26  ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρὶ τοῦ Χολούβ, 27  καὶ ἐπὶ τῶν χωρίων Σεμεῒ ἐκ Ῥαμά, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρὶ τοῦ Σεφνί, 28  καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανὰς Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς. 29  καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσιδὼν Σατραὶς Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφὰτ τοῦ Ἀδλί, 30  ἐπὶ δὲ τῶν καμήλων Ὠβὶλ Ἰσμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ἰαδιὰς ἐκ Μεραθών, 31  καὶ ἐπὶ τῶν προβάτων Ἰαζὶζ Ἀγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυὶδ τοῦ βασιλέως.

32  καὶ Ἰωνάθαν πατράδελφος Δαυὶδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ἰεϊὴλ τοῦ Ἀχαμάνι μετὰ τῶν υἱῶν τοῦ βασιλέως, 33  καὶ Ἀχιτοφὲλ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ πρῶτος φίλος τοῦ βασιλέως, 34  καὶ μετὰ τοῦτον Ἀχιτοφὲλ ἐχόμενος Ἰωδαὲ τοῦ Βαναιοὺ καὶ Ἀβιαθάρ, καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era