Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 18

1  καὶ ἐγένετο μεθ᾿ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ἐλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορπορεύθητι καὶ ὄφθητι τῷ Ἀχαὰβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς

2  καὶ ἐπορεύθη Ἐλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαὰβ καὶ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ

3  καὶ ἐκάλεσεν Ἀχαὰβ τὸν Ἀβδὶου τὸν οἰκονόμον καὶ Ἀβδὶου ἦν φοβούμενος τὸν κύριον σφόδρα

4  καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζαβὲλ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Ἀβδὶου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι

5  καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδὶου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν

6  καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Ἀβδὶου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος

7  καὶ ἦν Ἀβδὶου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν Ἐλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος καὶ Ἀβδὶου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου Ἐλιοὺ

8  καὶ εἶπεν Ἐλιοὺ αὐτῷ ἐγώ πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ἐλιοὺ

9  καὶ εἶπεν Ἀβδὶου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Ἀχαὰβ τοῦ θανατῶσαί με

10  ζῇ κύριος θεός σου εἰ ἔστιν ἔθνος βασιλεία οὗ οὐκ ἀπέσταλκεν κύριός μου ζητεῖν σὲ καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σὲ

11  καὶ νῦν σὺ λέγεις πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ἰδοὺ Ἐλιοὺ

12  καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ καὶ πνεῦμα κυρίου ἀρεῖ σὲ εἰς γῆν ἣν οὐκ οἶδα καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαὰβ καὶ ἀποκτενεῖ με καὶ δοῦλός σου ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ

13  οὐκ ἀπηγγέλη σοὶ τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ἰεζαβὲλ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι

14  καὶ νῦν σὺ λέγεις μοι πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ἐλιοὺ καὶ ἀποκτενεῖ με

15  καὶ εἶπεν Ἐλιοὺ ζῇ κύριος τῶν δυνάμεων παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷ

16  καὶ ἐπορεύθη Ἀβδὶου εἰς συναντὴν τῷ Ἀχαὰβ καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐξέδραμεν Ἀχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ἐλιοὺ

17  καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἐλιοὺ καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἐλιοὺ εἰ σὺ εἶ αὐτὸς διαστρέφων τὸν Ἰσραὴλ

18  καὶ εἶπεν Ἐλιοὺ οὐ διαστρέφω τὸν Ἰσραὴλ ὅτι ἀλλ᾿ σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ πορἐπορεύθης ὀπίσω τῶν Βααλὶμ

19  καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ἰεζαβὲλ

20  καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον

21  καὶ προσήγαγεν Ἐλιοὺ πρὸς πάντας καὶ εἶπεν αὐτοῖς Ἐλιοὺ ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ Βάαλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη λαὸς λόγον

22  καὶ εἶπεν Ἐλιοὺ πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι

23  δότωσαν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ

24  καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου καὶ ἔσται θεός ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί οὗτος θεός καὶ ἀπεκρίθησαν πᾶς λαὸς καὶ εἶπον καλὸν τὸ ῥῆμα ἐλάλησας

25  καὶ εἶπεν Ἐλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι ὅτι πολλοὶ ὑμεῖς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε

26  καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον ἐπάκουσον ἡμῶν Βάαλ ἐπάκουσον ἡμῶν καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν

27  καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ἐλιοὺ Θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται

28  καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾿ αὐτούς

29  καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή καὶ ἐλάλησεν Ἐλιοὺ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ τοῦ νῦν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπῆλθον

30  καὶ εἶπεν Ἐλιοὺ πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πᾶς λαὸς πρὸς αὐτόν

31  καὶ ἔλαβεν Ἐλιοὺ δώδεκα λίθους κατ᾿ ἀριθμὸν φυλῶν τοῦ Ἰσραὴλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ἰσραὴλ ἔσται τὸ ὄνομά σου

32  καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου

33  καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον

34  καὶ εἶπεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἶπεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἶπεν τρισσώσατε καὶ ἐτρίσσευσαν

35  καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος

36  καὶ ἀνεβόησεν Ἐλιοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πᾶς λαὸς οὗτος ὅτι σὺ εἶ κύριος θεὸς Ἰσραὴλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα

37  ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω λαὸς οὗτος ὅτι σὺ εἶ κύριος θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω

38  καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ

39  καὶ ἔπεσεν πᾶς λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον ἀληθῶς κύριός ἐστιν θεός αὐτὸς θεός

40  καὶ εἶπεν Ἐλιοὺ πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ μηθεὶς σωθήτω ἐξ αὐτῶν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ἐλιοὺ εἰς τὸν χειμάρρουν Κισῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ

41  καὶ εἶπεν Ἐλιοὺ τῷ Ἀχαὰβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ

42  καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν καὶ Ἐλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ

43  καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν οὐκ ἔστιν οὐθέν καὶ εἶπεν Ἐλιοὺ καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι

44  καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἶπεν ἀνάβηθι καὶ εἰπὸν τῷ Ἀχαὰβ ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβῃ σὲ ὑετός

45  καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Ἀχαὰβ εἰς Ἰεζραὲλ

46  καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ἐλιοὺ καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ ἕως Ἰεζραὲλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era