Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 10

1  καὶ βασίλισσα Σαβὰ ἤκουσεν τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα κυρίου καὶ ἦλθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν

2  καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον καὶ εἰσῆλθεν πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς

3  καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως ὃν οὐκ ἀπήγγειλεν αὐτῇ

4  καὶ εἶδεν βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον ὃν ᾠκοδόμησεν

5  καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ κυρίου καὶ ἐξ ἑαυτῆς ἐγένετο

6  καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμὼν ἀληθινὸς λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου

7  καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν ἣν ἤκουσα ἐν τῇ γῇ μου

8  μακάριαι αἱ γυναῖκές σου μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου δι᾿ ὅλου οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου

9  γένοιτο κύριος θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σὲ ἐπὶ θρόνου Ἰσραὴλ διὰ τὸ ἀγαπᾶν κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σὲ βασιλέα ἐπ᾿ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν

10  καὶ ἔδωκεν τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος ἔδωκεν βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμὼν

11  καὶ ναῦς Χιρὰμ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον

12  καὶ ἐποίησεν βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα τοῦ οἴκου κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης

13  καὶ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα ὅσα ἠθέλησεν ὅσα ᾐτήσατο ἐκτὸς πάντων ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμὼν καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς

14  καὶ ἦν σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου

15  χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς

16  καὶ ἐποίησεν Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν

17  καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά τρεῖς μναῖ χρυσίου ἐνῆσαν εἰς τὸ ὅπλον τὸ ἕν καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου

18  καὶ ἐποίησεν βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ

19  ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας

20  καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ

21  καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμὼν χρυσᾶ καὶ λουτῆρες χρυσοῖ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα οὐκ ἦν ἀργύριον ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμὼν

22  ὅτι ναῦς Θάρσις τῷ βασιλεῖ ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιρὰμ μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θάρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν

22a  αὕτη ἦν πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν Ἰεθερμαθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμὼν ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ

22b  πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολεθρεῦσαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης

22c  καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν εἰς πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ

23  καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει

24  καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκεν κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ

25  καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ σκεύη χρυσᾶ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ᾿ ἐνιαυτὸν ἐνιαυτόν

26  καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλὴμ

26a  καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου

27  καὶ ἔδωκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος

28  καὶ ἔξοδος τῶν ἵππων Σαλωμὼν ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι

29  καὶ ἀνέβαινεν ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιὶν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era