Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 15

1  καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰεροβοὰμ υἱοῦ Ναβὰτ βασιλεύει Ἀβιοὺ υἱὸς Ῥοβοὰμ ἐπὶ Ἰοῦδα

2  καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχὰ θυγάτηρ Ἀβεσσαλὼμ

3  καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἦν καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ ὡς καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ

4  ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ κύριος κατάλειμμα ἵνα στήσῃ τέκνα αὐτοῦ μετ᾿ αὐτὸν καὶ στήσῃ τὴν Ἱερουσαλὴμ

5  ὡς ἐποίησεν Δαυὶδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ

6  7  καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰοῦδα καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιοὺ καὶ ἀνὰ μέσον Ἰεροβοὰμ

8  καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἰεροβοὰμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ

9  ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἰεροβοὰμ βασιλέως Ἰσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ιούδαν

10  καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνὰ θυγάτηρ Ἀβεσσαλὼμ

11  καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυὶδ πατὴρ αὐτοῦ

12  καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἐποίησαν οἱ πατέρες αὐτοῦ

13  καὶ τὴν Ἀνὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην καθὼς ἐποίησεν σύνοδον ἐν τῷ ἄλσει αὐτῆς καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ Κεδρὼν

14  τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν πλὴν καρδία Ἀσὰ ἦν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ

15  καὶ εἰσήνεγκεν τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον κυρίου ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη

16  καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀσὰ καὶ ἀνὰ μέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας

17  καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ιούδαν καὶ ᾠκοδόμησεν τὴν Ῥαμὰ τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰοῦδα

18  καὶ ἔλαβεν Ἀσὰ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἀδὲρ υἱὸν Ταβερεμμαν υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων

19  διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοὶ δῶρα ἀργύριον καὶ χρυσίον δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ καὶ ἀναβήσεται ἀπ᾿ ἐμοῦ

20  καὶ ἤκουσεν υἱὸς Ἀδὲρ τοῦ βασιλέως Ἀσὰ καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῶν δυνάμεων τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ἰσραὴλ καὶ ἐπάταξεν τὴν Αἴν καὶ τὴν Δὰν καὶ τὴν Ἀβελμαὰ καὶ πᾶσαν τὴν Χεζρὰθ ἕως πάσης τῆς γῆς Νεφθαλὶ

21  καὶ ἐγένετο ὡς ἤκουσεν Βαασὰ καὶ διέλιπεν τοῦ οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ ἀνέστρεψεν εἰς Θερσὰ

22  καὶ βασιλεὺς Ἀσὰ παρήγγειλεν παντὶ Ἰοῦδα εἰς Αἰνακὶμ καὶ αἴρουσιν τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ᾠκοδόμησεν Βαασὰ καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν

23  καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ καὶ πᾶσα δυναστεία αὐτοῦ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰοῦδα πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ

24  καὶ ἐκοιμήθη Ἀσὰ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ

25  καὶ Ναδὰβ υἱὸς Ἰεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰοῦδα καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἔτη δύο

26  καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ἰσραὴλ

27  καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχία ἐπὶ τὸν οἶκον Βελαὰν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων καὶ Ναδὰβ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθὼν

28  καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ Ἀσὰ υἱοῦ Ἀβιοὺ βασιλέως Ἰοῦδα καὶ ἐβασίλευσεν

29  καὶ ἐγένετο ὡς ἐβασίλευσεν καὶ ἐπάταξεν τὸν οἶκον Ἰεροβοὰμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἰεροβοὰμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχία τοῦ Σηλωνίτου

30  περὶ τῶν ἁμαρτιῶν Ἰεροβοὰμ ὡς ἐξήμαρτεν τὸν Ἰσραὴλ καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ παρώργισεν τὸν κύριον θεὸν τοῦ Ἰσραὴλ

31  καὶ τὰ λοιπὰ τῶν λόγων Ναδὰβ καὶ πάντα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραὴλ

32  33  καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ἀσὰ βασιλέως Ἰοῦδα βασιλεύει Βαασὰ υἱὸς Ἀχία ἐπὶ Ἰσραὴλ ἐν Θερσὰ εἴκοσι καὶ τέσσαρα ἔτη

34  καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτεν τὸν Ἰσραὴλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era