Car Repair Manuals

I Kings

Βασιλέων Α' (Βασιλειων Γ' )

Chapter 14

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  καὶ Ῥοβοὰμ υἱὸς Σαλωμὼν ἐβασίλευσεν ἐπὶ Ἰοῦδα υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ τῇ πόλει ἣν ἐξελέξατο κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ἰσραὴλ καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμα Ἀμμανῖτις

22  καὶ ἐποίησεν Ῥοβοὰμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον

23  καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου

24  καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραὴλ

25  καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ῥοβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ

26  καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ ἔλαβεν Δαυὶδ ἐκ χειρὸς τῶν παίδων Ἀδρααζὰρ βασιλέως Σουβὰ καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ἱερουσαλὴμ τὰ πάντα ἔλαβεν ὅπλα τὰ χρυσᾶ

27  καὶ ἐποίησεν Ῥοβοὰμ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ᾿ αὐτῶν καὶ ἐπέθεντο ἐπ᾿ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου τοῦ βασιλέως

28  καὶ ἐγένετο ὅτε εἰσεπορεύετο βασιλεὺς εἰς οἶκον κυρίου καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεὲ τῶν παρατρεχόντων

29  καὶ τὰ λοιπὰ τῶν λόγων Ῥοβοὰμ καὶ πάντα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰοῦδα

30  καὶ πόλεμος ἦν ἀνὰ μέσον Ῥοβοὰμ καὶ ἀνὰ μέσον Ἰεροβοὰμ πάσας τὰς ἡμέρας

31  καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ καὶ ἐβασίλευσεν Ἀβιοὺ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era