Car Repair Manuals

Tobit (Comparing Alexandrus Codex & Vaticanus Codex with Sinaiticus Codex)

Τωβὶτ

Chapter 1

Alexandrus & VaticanusSinaiticus
1  βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ἀνανιηλ τοῦ Ἀδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρματος Ἀσιὴλ ἐκ τῆς φυλῆς Νεφθαλὶμ 2  ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσαρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θισβης ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλὶμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ἀσὴρ 3  ἐγὼ Τωβιτ ὁδοῖς ἀληθείας πορἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευὴ 4  καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραὴλ νεωτέρου μου ὄντος πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλὰς καὶ ἡγιάσθη ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος 5  καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου 6  κἀγὼ μόνος πορἐπορευόμην πλεονάκις εἰς Ἰεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων 7  καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν ἐν Ἱερουσαλὴμ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ πορἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν 8  καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει καθὼς ἐνετείλατο Δεββώρα μήτηρ τοῦ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου 9  καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ἀνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν 10  καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευὴ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 11  ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν 12  καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου 13  καὶ ἔδωκεν ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσαρου καὶ ἤμην αὐτοῦ ἀγοραστής 14  καὶ πορἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Ῥαγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα 15  καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσαρος ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν 16  καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου 17  τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευὴ ἔθαπτον αὐτόν 18  καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ βασιλεύς ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ἰουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη 19  πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευὴ ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν φοβηθεὶς ἀνεχώρησα 20  καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἀννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου 21  καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραρὰτ καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἔταξεν Ἀχιαχαρον τὸν Ἀναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν 22  καὶ ἠξίωσεν Ἀχιαχαρος περὶ ἐμοῦ καὶ ἦλθον εἰς Νινευὴ Ἀχιαχαρος δὲ ἦν οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου 1  βίβλος λόγων Τωβιθ τοῦ Τωβιηλ τοῦ Ἀνανιηλ τοῦ Ἀδουηλ τοῦ Γαβαηλ τοῦ Ῥαφαὴλ τοῦ Ῥαγουὴλ ἐκ τοῦ σπέρματος Ἀσιὴλ ἐκ φυλῆς Νεφθαλὶμ 2  ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ἐνεμεσσαρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θισβης ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλὶμ ἐν τῇ ἄνω Γαλιλαίᾳ ὑπεράνω Ἀσσηρ ὀπίσω ὁδοῦ δυσμῶν ἡλίου ἐξ ἀριστερῶν Φογώρ 3  ἐγὼ Τωβιθ ὁδοῖς ἀληθείας πορἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετ᾿ ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς Νινευὴ 4  καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ἰσραὴλ καὶ ὅτε ἤμην νέος πᾶσα φυλὴ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυὶδ τοῦ πατρός μου καὶ ἀπὸ Ἱερουσαλὴμ πόλεως τῆς ἐκλεγείσης ἐκ πασῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ἰσραὴλ καὶ ἡγιάσθη ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος 5  πάντες οἱ ἀδελφοί μου καὶ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ ὃν ἐποίησεν Ἰεροβεαμ βασιλεὺς Ἰσραὴλ ἐν Δὰν ἐπὶ πάντων ὀρέων τῆς Γαλιλαίας 6  κἀγὼ μονώτατος πορἐπορευόμην πολλάκις εἰς Ἰεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται ἐν παντὶ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρίας τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς Ἰεροσόλυμα 7  καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν ἐν Ἱερουσαλὴμ καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ πορἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἱερουσαλὴμ καθ᾿ ἕκαστον ἐνιαυτόν 8  καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ἰσραὴλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς ἃς ἐνετείλατο Δεββώρα μήτηρ Ἀνανιηλ τοῦ πατρὸς ἡμῶν ὅτι ὀρφανὸν κατέλιπέν με πατὴρ καὶ ἀπέθανεν 9  καὶ ὅτε ἐγενήθην ἀνήρ ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Τωβίαν 10  μετὰ τὸ αἰχμαλωτισθῆναί με εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευὴ πορἐπορευόμην καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 11  ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 12  καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μου 13  καὶ ἔδωκέν μοι ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσαρου καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν 14  καὶ πορἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν καὶ παρεθέμην Γαβαήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρι ἐν τῇ χώρᾳ τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα 15  καὶ ὅτε ἀπέθανεν Ἐνεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν 16  ἐν ταῖς ἡμέραις Ἐνεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου 17  τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευὴ ἔθαπτον αὐτόν 18  καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ἰουδαίας ἐν ἡμέραις τῆς κρίσεως ἧς ἐποίησεν ἐξ αὐτοῦ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν ὧν ἐβλασφήμησεν ἔθαψα πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτά 19  καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευὴ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ἐγὼ θάπτω αὐτούς καὶ ἐκρύβην καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν ἐφοβήθην καὶ ἀπέδρασα 20  καὶ ἡρπάγη πάντα ὅσα ὑπῆρχέν μοι καὶ οὐ κατελείφθη μοι οὐδέν οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν πλὴν Ἀννας τῆς γυναικός μου καὶ Τωβία τοῦ υἱοῦ μου 21  καὶ οὐ διῆλθον ἡμέραι τεσσαράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραρὰτ καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ μετ᾿ αὐτόν καὶ ἔταξεν Ἀχιχαρον τὸν Ἀναηλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησιν 22  τότε ἠξίωσεν Ἀχιχαρος περὶ ἐμοῦ καὶ κατῆλθον εἰς τὴν Νινευὴ Ἀχιχαρος γὰρ ἦν ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστῆς ἐπὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενείας μου



Motor Era Blog

Auto Service Repair Manuals on Motor Era