Car Repair Manuals

Tobit (Alexandrus Codex & Vaticanus Codex)

Τωβὶτ (Ἀλεξανδρινὸς Κῶδιξ, Βατικανὸς Κῶδιξ)

Chapter 1

1  βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ἀνανιηλ τοῦ Ἀδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρματος Ἀσιὴλ ἐκ τῆς φυλῆς Νεφθαλὶμ 2  ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσαρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θισβης ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλὶμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ἀσὴρ 3  ἐγὼ Τωβιτ ὁδοῖς ἀληθείας πορἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευὴ 4  καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραὴλ νεωτέρου μου ὄντος πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλὰς καὶ ἡγιάσθη ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος 5  καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου 6  κἀγὼ μόνος πορἐπορευόμην πλεονάκις εἰς Ἰεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων 7  καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν ἐν Ἱερουσαλὴμ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ πορἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν 8  καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει καθὼς ἐνετείλατο Δεββώρα μήτηρ τοῦ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου 9  καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ἀνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν 10  καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευὴ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν 11  ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν 12  καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου 13  καὶ ἔδωκεν ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσαρου καὶ ἤμην αὐτοῦ ἀγοραστής 14  καὶ πορἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Ῥαγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα 15  καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσαρος ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν 16  καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου 17  τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευὴ ἔθαπτον αὐτόν 18  καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ βασιλεύς ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ἰουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη 19  πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευὴ ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν φοβηθεὶς ἀνεχώρησα 20  καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἀννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου 21  καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραρὰτ καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἔταξεν Ἀχιαχαρον τὸν Ἀναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν 22  καὶ ἠξίωσεν Ἀχιαχαρος περὶ ἐμοῦ καὶ ἦλθον εἰς Νινευὴ Ἀχιαχαρος δὲ ἦν οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era