Car Repair Manuals

Tobit (Alexandrus Codex & Vaticanus Codex)

Τωβὶτ (Ἀλεξανδρινὸς Κῶδιξ, Βατικανὸς Κῶδιξ)

Chapter 7

1  καὶ ἦλθον εἰς Ἐ;κβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ῥαγουὴλ Σάῤῥα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν 2  καὶ εἶπεν Ῥαγουὴλ Ἐδνὰ τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου 3  καὶ ἠρώτησεν αὐτοὺς Ῥαγουὴλ πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῷ ἐκ τῶν υἱῶν Νεφθαλὶ τῶν αἰχμαλώτων ἐν Νινευὴ 4  καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν οἱ δὲ εἶπαν γινώσκομεν 5  καὶ εἶπεν αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν καὶ ζῇ καὶ ὑγιαίνει καὶ εἶπεν Τωβίας πατήρ μού ἐστιν 6  καὶ ἀνεπήδησεν Ῥαγουὴλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐλυπήθη καὶ ἔκλαυσεν 7  καὶ Ἐδνὰ γυνὴ αὐτοῦ καὶ Σάῤῥα θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως 8  καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα 9  εἶπεν δὲ Τωβίας τῷ Ῥαφαὴλ Ἀζαρία ἄδελφε λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ καὶ τελεσθήτω τὸ πρᾶγμα 10  καὶ μετέδωκεν τὸν λόγον τῷ Ῥαγουὴλ καὶ εἶπεν Ῥαγουὴλ πρὸς Τωβίαν φάγε καὶ πίε καὶ ἡδέως γίνου σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν πλὴν ὑποδείξω σοὶ τὴν ἀλήθειαν 11  ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου 12  καὶ εἶπεν Τωβίας οὐ γεύσομαι οὐδὲν ὧδε ἕως ἄν στήσητε καὶ σταθῆτε πρός με καὶ εἶπεν Ῥαγουὴλ κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτή σου ἐστιν δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα 13  καὶ ἐκάλεσεν Σάῤῥαν τὴν θυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβία γυναῖκα καὶ εἶπεν ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου καὶ εὐλόγησεν αὐτούς 14  καὶ ἐκάλεσεν Ἐδναν τὴν γυναῖκα αὐτοῦ καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν καὶ ἐσφραγίσαντο καὶ ἤρξαντο ἐσθίειν 15  καὶ ἐκάλεσεν Ῥαγουὴλ Ἐδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν 16  καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ 17  θάρσει τέκνον κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοὶ χάριν ἀντὶ τῆς λύπης σου ταύτης θάρσει θύγατερ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era