Car Repair Manuals

Tobit (Comparing Alexandrus Codex & Vaticanus Codex with Sinaiticus Codex)

Τωβὶτ

Chapter 11

Alexandrus & VaticanusSinaiticus
1  καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευὴ καὶ εἶπεν Ῥαφαὴλ πρὸς Τωβίαν 2  οὐ γινώσκεις ἄδελφε πῶς ἀφῆκας τὸν πατέρα σου 3  προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν 4  λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνῆλθεν κύων ὄπισθεν αὐτῶν 5  καὶ Ἀννὰ ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς 6  καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ υἱός σου ἔρχεται καὶ ἄνθρωπος πορευθεὶς μετ᾿ αὐτοῦ 7  καὶ Ῥαφαὴλ εἶπεν ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς πατήρ σου 8  σὺ οὖν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖ τὰ λευκώματα καὶ ὄψεταί σὲ 9  καὶ προσδραμοῦσα Ἀννὰ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σὲ παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι 10  καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν δὲ υἱὸς προσέδραμεν αὐτῷ 11  καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων θάρσει πάτερ 12  ὡς δὲ συνεδήχθησαν διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα 13  καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν 14  εὐλογητὸς εἶ θεός καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου 15  καὶ εἰσῆλθεν υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ 16  καὶ ἐξῆλθεν Τωβιτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τῇ πύλῃ Νινευὴ καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορπορευόμενον ὅτι ἔβλεψεν καὶ Τωβιτ ἐξωμολογεῖτο ἐνώπιον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν θεός 17  καὶ ὡς ἤγγισεν Τωβιτ Σάῤῥα τῇ νύμφῃ αὐτοῦ κατευλόγησεν αὐτὴν λέγων ἔλθοις ὑγιαίνουσα θύγατερ εὐλογητὸς θεός ὃς ἤγαγέν σὲ πρὸς ἡμᾶς καὶ πατήρ σου καὶ μήτηρ σου 18  καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ 19  καὶ παρεγένετο Ἀχιαχαρος καὶ Νασβας ἐξάδελφος αὐτοῦ καὶ ἤχθη γάμος Τωβία μετ᾿ εὐφροσύνης ἑπτὰ ἡμέρας 1  καὶ ὡς ἤγγισαν εἰς Κασεριν ἐστιν κατέναντι Νινευὴ εἶπεν Ῥαφαὴλ 2  σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου 3  προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ἔρχονται 4  καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς καὶ εἶπεν αὐτῷ λαβὲ μετὰ χεῖρας τὴν χολήν καὶ συνῆλθεν αὐτοῖς κύων ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ Τωβία 5  καὶ Ἀννὰ ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς 6  καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ἰδοὺ υἱός σου ἔρχεται καὶ ἄνθρωπος πορευθεὶς μετ᾿ αὐτοῦ 7  καὶ Ῥαφαὴλ εἶπεν Τωβία πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται 8  ἔμπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἀναβλέψει πατήρ σου καὶ ὄψεται τὸ φῶς 9  καὶ ἀνέδραμεν Ἀννὰ καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ εἶδόν σὲ παιδίον ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσεν 10  καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς 11  καὶ ἐβάδισεν Τωβίας πρὸς αὐτόν καὶ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν θάρσει πάτερ καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ᾿ αὐτὸν καὶ ἐπέδωκεν 12  καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ 13  καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ εἶδόν σὲ τέκνον τὸ φῶς τῶν ὀφθαλμῶν μου 14  καὶ εἶπεν εὐλογητὸς θεός καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας ὅτι αὐτὸς ἐμαστίγωσέν με καὶ ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου 15  καὶ εἰσῆλθεν Τωβίας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ καὶ ἐπέδειξεν Τωβίας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ὁδὸς αὐτοῦ καὶ ὅτι ἐνήνοχεν ἀργύριον καὶ ὡς ἔλαβεν Σάῤῥαν τὴν θυγατέρα Ῥαγουὴλ γυναῖκα καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευὴ 16  καὶ ἐξῆλθεν Τωβιθ εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευὴ καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευὴ πορπορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύϊ αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ 17  καὶ ἤγγισεν Τωβιθ Σάῤῥα τῇ γυναικὶ Τωβία τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ εἰσέλθοις ὑγιαίνουσα θύγατερ καὶ εὐλογητὸς θεός σου ὃς ἤγαγέν σὲ πρὸς ἡμᾶς θύγατερ καὶ εὐλογημένος πατήρ σου καὶ εὐλογημένος Τωβίας υἱός μου καὶ εὐλογημένη σύ θύγατερ εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ εἴσελθε θύγατερ 18  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν Νινευὴ 19  καὶ παρεγένοντο Ἀχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τωβιν



Motor Era Blog

Auto Service Repair Manuals on Motor Era