Car Repair Manuals

Tobit (Comparing Alexandrus Codex & Vaticanus Codex with Sinaiticus Codex)

Τωβὶτ

Chapter 12

Alexandrus & VaticanusSinaiticus
1  καὶ ἐκάλεσεν Τωβιτ Τωβίαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ ὅρα τέκνον μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοὶ καὶ προσθεῖναι αὐτῷ δεῖ 2  καὶ εἶπεν αὐτῷ πάτερ οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα 3  ὅτι με ἀγείοχέν σοὶ ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν 4  καὶ εἶπεν πρεσβύτης δικαιοῦται αὐτῷ 5  καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ λαβὲ τὸ ἥμισυ πάντων ὧν ἐνηνόχατε 6  τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ᾿ ὑμῶν ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ 7  μυστήριον βασιλέως καλὸν κρύψαι τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως ἀγαθὸν ποιήσατε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς 8  ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης πολὺ μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην θησαυρίσαι χρυσίον 9  ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς 10  οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς 11  οὐ μὴ κρύψω Ἀφ᾿ ὑμῶν πᾶν ῥῆμα εἴρηκα δή μυστήριον βασιλέως κρύψαι καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως 12  καὶ νῦν ὅτε προσηύξω σὺ καὶ νύμφη σου Σάῤῥα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως συμπαρήμην σοὶ 13  καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν οὐκ ἔλαθές με ἀγαθοποιῶν ἀλλὰ σὺν σοὶ ἤμην 14  καὶ νῦν ἀπέστειλέν με θεὸς ἰάσασθαί σὲ καὶ τὴν νύμφην σου Σάῤῥαν 15  ἐγώ εἰμι Ῥαφαὴλ εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου 16  καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον ὅτι ἐφοβήθησαν 17  καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν ἔσται τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα 18  ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα 19  πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε 20  καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον 21  καὶ ἀνέστησαν καὶ οὐκέτι εἶδον αὐτόν 22  καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ἄγγελος κυρίου 1  καὶ ὅτε ἐπετελέσθη γάμος ἐκάλεσεν Τωβιθ Τωβίαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορπορευθέντι μετὰ σοῦ καὶ προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν 2  καὶ εἶπεν αὐτῷ πάτερ πόσον αὐτῷ δώσω τὸν μισθόν οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων ὧν ἐνήνοχεν μετ᾿ ἐμοῦ 3  ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ᾿ ἐμοῦ καὶ σὲ ἐθεράπευσεν πόσον αὐτῷ ἔτι δῶ μισθόν 4  καὶ εἶπεν αὐτῷ Τωβις δικαιοῦται αὐτῷ παιδίον λαβεῖν τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθεν 5  καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν λαβὲ τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθες εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων 6  τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἐποίησεν μεθ᾿ ὑμῶν ἀγαθά τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ 7  μυστήριον βασιλέως κρύπτειν καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως τὸ ἀγαθὸν ποιεῖτε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς 8  ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον πλοῦτος μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον θησαυρίσαι χρυσίον 9  ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς 10  οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς 11  πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω Ἀφ᾿ ὑμῶν πᾶν ῥῆμα ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως 12  καὶ νῦν ὅτε προσηύξω καὶ Σάῤῥα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως 13  καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σὲ 14  καὶ ἅμα ἀπέσταλκέν με θεὸς ἰάσασθαί σὲ καὶ Σάῤῥαν τὴν νύμφην σου 15  ἐγώ εἰμι Ῥαφαὴλ εἷς τῶν ἑπτὰ ἀγγέλων οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου 16  καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν 17  καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα 18  ἐγὼ ὅτε ἤμην μεθ᾿ ὑμῶν οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ᾿ ὑμῶν ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας αὐτῷ ὑμνεῖτε 19  καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο 20  καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν καὶ ἀνέβη 21  καὶ ἀνέστησαν καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν 22  καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ



Motor Era Blog

Auto Service Repair Manuals on Motor Era