Car Repair Manuals

Deuteronomy

Δευτερονόμιον

Chapter 2

1  καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηὶρ ἡμέρας πολλάς 2  καὶ εἶπεν κύριος πρός με 3  ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν 4  καὶ τῷ λαῷ ἔντειλαι λέγων ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἡσαῦ οἳ κατοικοῦσιν ἐν Σηὶρ καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα 5  μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ἡσαῦ τὸ ὄρος τὸ Σηὶρ 6  βρώματα ἀργυρίου ἀγοράσατε παρ᾿ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ᾿ αὐτῶν ἀργυρίου καὶ πίεσθε 7  γὰρ κύριος θεὸς ἡμῶν εὐλόγησέν σὲ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος θεός σου μετὰ σου οὐκ ἐπεδεήθης ῥήματος

8  καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ἡσαῦ τοὺς κατοικοῦντας ἐν Σηὶρ παρὰ τὴν ὁδὸν τὴν Ἄραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γασιωνγαβὲρ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωὰβ 9  καὶ εἶπεν κύριος πρός με μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Σηὶρ κληρονομεῖν 10  οἱ Ὀμμιν πρότεροι ἐνεκάθηντο ἐπ᾿ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακὶμ 11  Ῥαφαῒν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακὶμ καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμιν 12  καὶ ἐν Σηὶρ ἐνεκάθητο Χορραῖος πρότερον καὶ υἱοὶ Ἡσαῦ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ ἣν δέδωκεν κύριος αὐτοῖς 13  νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρὲτ καὶ παρήλθομεν τὴν φάραγγα Ζαρὲτ

14  καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρὲτ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς καθότι ὤμοσεν αὐτοῖς θεός 15  καὶ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν

16  καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ 17  καὶ ἐλάλησεν κύριος πρός με λέγων 18  σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηὶρ 19  καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμὰν μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμὰν σοὶ ἐν κλήρῳ ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ 20  γῆ Ῥαφαῒν λογισθήσεται καὶ γὰρ ἐπ᾿ αὐτῆς κατῴκουν οἱ Ῥαφαῒν τὸ πρότερον καὶ οἱ Ἀμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν 21  ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ἐνακὶμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης 22  ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἡσαῦ τοῖς κατοικοῦσιν ἐν Σηὶρ ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης 23  καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως Γάζης καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν

24  νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνὼν ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἐνάρχου κληρονομεῖν σύναπτε πρὸς αὐτὸν πόλεμον 25  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου

26  καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμωθ πρὸς Σηὼν βασιλέα Ἐσεβὼν λόγοις εἰρηνικοῖς λέγων 27  παρελεύσομαι διὰ τῆς γῆς σου ἐν τῇ ὁδῷ παρελεύσομαι οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά 28  βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν 29  καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἡσαῦ οἱ κατοικοῦντες ἐν Σηὶρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Ἀροὴρ ἕως πορπαρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν κύριος θεὸς ἡμῶν δίδωσιν ἡμῖν 30  καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσεβὼν παρελθεῖν ἡμᾶς δι᾿ αὐτοῦ ὅτι ἐσκλήρυνεν κύριος θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ

31  καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ 32  καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς λαὸς αὐτοῦ εἰς πόλεμον Ἰασσὰ 33  καὶ παρέδωκεν αὐτὸν κύριος θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ 34  καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν οὐ κατελίπομεν ζωγρείαν 35  πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν 36  ἐξ Ἀροὴρ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνὼν καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλαὰδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν 37  πλὴν εἰς γῆν υἱῶν Ἀμμὼν οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάρρου Ἰαβόκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ καθότι ἐνετείλατο ἡμῖν κύριος θεὸς ἡμῶν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era