Car Repair Manuals

Deuteronomy

Δευτερονόμιον

Chapter 34

1  καὶ ἀνέβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαὺ ἐπὶ κορυφὴν Φασγὰ ἐστιν ἐπὶ προσώπου Ἰεριχὼ καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν 2  καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν Ἐφραὶμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν Ἰοῦδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης 3  καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ἰεριχὼ πόλιν φοινίκων ἕως Σηγὼρ 4  καὶ εἶπεν κύριος πρὸς Μωυσῆν αὕτη γῆ ἣν ὤμοσα Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ

5  καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος κυρίου 6  καὶ ἔθαψαν αὐτὸν ἐν Γαὶ ἐν γῇ Μωάβ ἐγγὺς οἴκου Φογώρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης 7  Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ

8  καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχὼ τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ 9  καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ

10  καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον 11  ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ 12  τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἐποίησεν Μωυσῆς ἔναντι παντὸς Ἰσραὴλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era