Car Repair Manuals

Judges
Codex Alexandrinus

Κριταὶ (Ἀλεξανδρινὸς Κῶδιξ)

Chapter 5

1 Καὶ ᾖσεν Δεββώρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν 2 Ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ἰσραήλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον. 3 ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ἰσραήλ. 4 κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηίρ, ἐν τῷ ἀπαίρειν σὲ ἐξ ἀγροῦ Ἐδὼμ γῆ ἐσείσθη, καὶ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ· 5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινᾶ ἀπὸ προσώπου κυρίου θεοῦ Ἰσραήλ. 6 ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ανάθ, ἐν ἡμέραις Ἰαὴλ ἐξέλιπον βασιλεῖς καὶ πορἐπορεύθησαν τρίβους, πορἐπορεύθησαν ὁδοὺς διεστραμμένας. 7 ἐξέλιπεν φραζων ἐν τῷ Ἰσραήλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββώρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ἰσραήλ. 8 ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν. 9  καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν κύριον. 10 ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων, καθήμενοι ἐπὶ λαμπηνῶν, 11 φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων· ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ. δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ λαὸς κυρίου. 12 ἐξεγείρου ἐξεγείρου, Δεββώρα, ἐξέγειρον μυριάδας μετὰ λαοῦ, ἐξεγείρου ἐξεγείρου, λάλει μετ᾿ ᾠδῆς· ἐνισχύων ἐξανίστασο, Βαράκ, καὶ ἐνίσχυσον, Δεββώρα, τὸν Βαράκ· αἰχμαλώτιζε αἰχμαλωσίαν σου, υἱὸς Ἀβινεέμ. 13 πότε ἐμεγαλύνθη ἰσχὺς αὐτοῦ; κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου. 14 λαὸς Ἐφραὶμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμὶν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχὶρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλὼν κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως. 15 ἐν Ἰσσαχὰρ μετὰ Δεββώρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα. ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων; ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ ἐν διαιρέσεσιν Ῥουβὴν μεγάλοι ἀκριβασμοὶ καρδίας. 16 ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων; τοῦ διελθεῖν εἰς τὰ τοῦ Ῥουβὴν μεγάλοι ἐξιχνιασμοὶ καρδίας. 17 Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατεσκήνωσεν· καὶ Δὰν ἵνα τί παροικεῖ πλοίοις; Ἀσὴρ παρῴκησεν παρ᾿ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν. 18 Ζαβουλὼν λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλὶμ ἐπὶ ὕψη ἀγροῦ. 19 ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θεννὰχ ἐπὶ ὕδατος Μαγεδδώ· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον. 20 ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισάρα. 21 χειμάρρους Κισῶν ἐξέβαλεν αὐτούς, χειμάρρους Καδημίμ, χειμάρρους Κισῶν· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή. 22 τότε ἀπεκόπησαν πτέρναι ἵππου, ἀμαδαρὼθ δυνατῶν αὐτοῦ. 23 καταράσασθε Μαρώζ, εἶπεν ἄγγελος κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου· βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός. 24 εὐλογηθείη ἐκ γυναικῶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη. 25 ὕδωρ ᾔτησεν αὐτήν, καὶ γάλα ἔδωκεν αὐτῷ, ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον. 26 τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισάρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ. 27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ἔκαμψεν ἐκεῖ ἔπεσεν ταλαίπωρος. 28 διὰ τῆς θυρίδος διέκυπτεν μήτηρ Σισάρα Διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισάρα διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ; 29 σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς 30 Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισάρα, σκῦλα βαμμάτων ποικιλίας βαφὴ ποικίλων, περὶ τράχηλον αὐτοῦ σκῦλον. 31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. Καὶ ἡσύχασεν γῆ τεσσαράκοντα ἔτη.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era