Car Repair Manuals

Judges
Codex Alexandrinus

Κριταὶ (Ἀλεξανδρινὸς Κῶδιξ)

Chapter 4

1 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. 2 καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν. 3 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη.

4 Καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ. 5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον Ῥαμὰ καὶ ἀνὰ μέσον Βαιθὴλ ἐν ὄρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ ἐκεῖ τοῦ κρίνεσθαι. 6 καὶ ἀπέστειλεν Δεββώρα καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κεδὲς Νεφθαλὶ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ σοὶ ἐνετείλατο κύριος θεὸς Ἰσραὴλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλὶ καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλών; 7 καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου. 8 καὶ εἶπεν πρὸς αὐτὴν Βαρὰκ Ἐὰν πορπορευθῇς μετ᾿ ἐμοῦ, πορπορεύσομαι, καὶ ἐὰν μὴ πορπορευθῇς μετ᾿ ἐμοῦ, οὐ πορπορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν εύοδοῖ κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ. 9 καὶ εἶπεν πρὸς αὐτὸν Δεββώρα Πορευομένη πορπορεύσομαι μετὰ σου πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν, ἣν σὺ πορπορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ εἰς Κεδκές. 10 καὶ παρήγγειλεν Βαρὰκ τῷ Ζαβουλὼν καὶ τῷ Νεφθαλὶ εἰς Κεδές, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ Δεββώρα ἀνέβη μετ᾿ αὐτοῦ.

11 καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων, ἐστιν ἐχόμενα Κεδές.

12 Καὶ ἀνήγγειλαν τῷ Σισάρα ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐπ᾿ ὄρος Θαβώρ. 13 καὶ ἐκάλεσεν Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ (ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ) καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν. 14 καὶ εἶπεν Δεββώρα πρὸς Βαρὰκ Ἀνάστηθι, ὅτι αὕτη ἡμέρα, ἐν παρέδωκεν κύριος τὸν Σισάρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου; καὶ κατέβη Βαρὰκ ἀπὸ τοῦ ὄρους Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ. 15 καὶ ἐξέστησεν κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ. 16 καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός.

17 καὶ Σισάρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ τοῦ Κιναίου, ὅτι εἰρήνη ἀνὰ μέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀνὰ μέσον οἴκου Χαβὲρ τοῦ Κιναίου. 18 καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπάντησιν Σισάρα καὶ εἶπεν πρὸς αὐτόν Ἔκνευσον, κύριέ μου, ἔκνευσον πρός με, μὴ φοβοῦ· καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν, καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς. 19 καὶ εἶπεν Σισάρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ. 20 καὶ εἶπεν πρὸς αὐτήν Στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σὲ καὶ εἴπῃ σοὶ Ἔστιν ἐνταῦθα ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν· καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς. 21 καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ, καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν. 22 καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοὶ τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα πεπτωκὼς νεκρός, καὶ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ.

23 καὶ ἐταπείνωσεν κύριος θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ἰσραήλ. 24 καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναάν, ἕως ἐξωλέθρευσαν αὐτόν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era